Ancient Greek · ~2 min
Book 6
Eutropius, Breviarium historiae romanae 6.13
Not analysed yet
Τιγράνης δὲ παρέδωκεν ἑαυτὸν Πομπηΐω δεκάτῳ καὶ ἕκτῳ σημείῳ τοῦ στρατοπέδου ἀπέχοντος τοῦ Πομπηΐου τοῦ Ἀρταξάτου φρουρίου: καὶ τὸ διάδημα τὸ βασιλικὸν αὐτῷ προσεκόμισε καὶ προσέπεσε πρὸς τὰ γόνατα. ἀλλ’ ἐκ μεγαλοφροσύνης ὁ Πομπήϊος τόν τε στέφανον αὖθις ἐπέθηκεν αὐτοῦ τῇ %5κεφαλῇ καὶ πάσης μετέδωκε τιμῆς μέρος τῆς βασιλείας ἀφελόμενος καὶ χρήμασι σωφρονίσας: Συρίαν μὲν γὰρ καὶ Φοινίκην %5καὶ Σωφανήνην περιέκοψεν αὐτοῦ τῆς ἀρχῆς. ἑξακισχίλια δὲ τάλαντα ἀργυρίου καταβαλεῖν ἠνάγκασε τιμωρίαν τοῦ κατὰ Ῥωμαίων ἐγχειρήματος.