Ancient Greek · ~4 min
Book 6
Eutropius, Breviarium historiae romanae 6.12
Not analysed yet
Οὕτω τῶν πραγμάτων κατὰ γῆν ἐχόντων ἐκ θαλάττης ἐκινήθη πόλεμος λῃστῶν αὐτὴν πανταχόθεν ὡς μήτε τοῖς ἐμπόροις μήτ̓ ἄλλοις αὐτὴν εἶναι πλεῖν. τοῦτον ὁ Πομπήϊος ψηφίσματι τῆς πόλεως ἐπιτραπέντα ἐν μικρῷ χρόνῳ καὶ μετὰ λαμπρᾶς ἔπαυσε τῆς τύχης. καὶ μετέστη πρὸς Μιθριδάτην τε καὶ Τιγράνην: καὶ τὸν Μιθριδάτην μὲν ἐν Ἀρμενίᾳ τῇ δευτέρᾳ νυκτομαχίᾳ νικήσας τάς τε παρεμβολὰς εἷλεν καὶ τεσσαράκοντα χιλιάδας διέφθειρε τοῦ τῶν πολεμίων στρατοῦ εἴκοσι τῶν ἑαυτοῦ μαχητῶν ἀποβαλὼν καὶ ἑκατοντάρχους δύο. αὐτόν τε Μιθριδάτην μετὰ τῆς γαμετῆς συνελάσας εἰς φυγὴν ἐπὶ τὸν Τιγράνην ἐχώρησεν. ἀλλ’ ὁ μὲν Μιθριδάτης ὑπὸ τῆς συμφορᾶς χαλεπῶς τοῖς οἰκείοις κεχρημένος ἐπαναστάντος αὐτῷ τοῦ παιδὸς Φαρνάκου καί τινων ἐκ τοῦ στρατοῦ φαρμάκῳ τὴν τελευτὴν ηὕρατο: καὶ τοῦτο ἔσχε πέρας τοῦ βίου περὶ τὸν Βόσπορον ἀνὴρ ἔργῳ τε καὶ βουλαῖς ἄριστος καὶ τήν τε βασιλείαν ἑξήκοντα κατασχὼν ἔτεσι, τῆς δὲ ἡλικίας προβὰς εἰς ἑβδομήκοντα καὶ δύο. ὁ δὲ Ῥωμαίων πρὸς αὐτὸν πόλεμος τεσσαράκοντα ἔτη ἐγένετο.