Ancient Greek · ~4 min
6.2 to 6.5
Eutropius, Breviarium historiae romanae 6.2-5
Not analysed yet
Τὸν ἐν Μακεδονίᾳ δὲ πόλεμον Ἄππιος Κλαύδιος κατώρθωσε πολλοῖς ἔθνεσι μαχεσάμενος τοῖς τὴν Ῥοδόπην οἰκοῦσιν. νικήσαντα δὲ αὐτὸν ἀπήγαγε τοῦ βίου νόσος. ὑποκαταστὰς δὲ αὐτῷ Γάϊος Σκριβώνιος Κουρίων Δαρδάνους τε ἐνίκησε καὶ πρὸς τὰς ὄχθας ἐχώρησε τοῦ ποταμοῦ τοῦ Ἴστρου. οὕτω τε ἐπανελθὼν ἐθριάμβευσεν. Εἰς δὲ τὴν Παμφυλίαν Πούβλιος Σερβίλλιος ἀφικόμενος Κιλικίαν τε ὑπηγάγετο καὶ Λυκίας τὸ πλεῖστον. Φασήλιδα γὰρ καὶ Ὄλυμπον καὶ Κώρυκον προσένειμε Ῥωμαίοις: Ἰσαύροις τε ἐπελθὼν ἠνάγκασε τὴν Ῥωμαίων δέξασθαι δεσποτείαν: πρῶτός τε Ῥωμαίων τὸν Ταῦρον διῆλθε: καὶ ὁδεύσας τὴν ὑπώρειαν ἐπεκλήθη διὰ τὴν νίκην Ἰσαυρικὸς ὡς δυσμαχώτατον ἔθνος νενινηκώς. Τὰ δὲ ἐν Ἰλλυριοῖς Γάϊος Κοσκώνιος ἀνθυπατικὴν ἐξουσίαν ἔχων κατεστήσατο Σάλωνας μὲν μητρόπολιν τῆς Δαλματίας κτησάμενος, τῷ πολέμῳ δὲ ἐπιθεὶς ἔτει δευτέρῳ τέλος. Ἐν αὐτῷ δὲ τούτῳ τῷ χρόνῳ Μάρκος Αἰμίλιος Λέπιδος ὁ τοῦ Κατούλου συνύπατος τὴν ἐμφύλιον ἐπεχείρησεν ἀνακινῆσαι στάσιν: ἀλλὰ τοῦ προσιόντος θέρους καθῃρέθη. καὶ τὰ γενόμενα παρὰ τοῖς Ἰλλυριοῖς καὶ κατὰ τὴν πόλιν τάχους τε ἕνεκα καὶ τῶν ἔργων αὐτῶν ἠξιώθη θριάμβων.