Ancient Greek · ~4 min
Book 6
Eutropius, Breviarium historiae romanae 6.20
Not analysed yet
Ἀλλ’ ὁ Καίσαρ ἔρημον τὴν πόλιν εὑρὼν δικτάτωρά τε ἑαυτὸν ἐχειροτόνησε καὶ πρὸς τὰς Ἱσπανίας ἐχώρησε καὶ νικᾷ μάχῃ τὸ στράτευμα τοῦ Πομπηΐου. στρατηγοὶ δὲ ἦσαν αὐτῷ ἄνδρες ἄριστοι Λούκιος Ἀφράνιος καὶ Μάρκος Πετρήϊος καὶ Μάρκος Βάρρων. εἶτ̓ ἐκεῖθεν ἐπὶ τὴν Ἑλλάδα διαβὰς συνέμιξε Πομπηΐῳ: καὶ νικηθεὶς φυγῇ τε ἑαυτὸν ἐπιτρέψας, ἐπειδὴ τὴν νύκτα τὴν ἐπιοῦσαν οὐκ ἐπεξῆλθεν ὁ Πομπήϊος, ἔφη μήτε Πομπήϊον εἰδέναι νικᾶν αὐτόν τε τότε ἂν ἁλῶναι μόνον. συλλέξας τοίνυν ἑαυτὸν καὶ τὰς δυνάμεις συμπλέκεται τῷ Πομπηΐῳ πάλιν ἐν Παλαιοφαρσάλῳ τῆς Θεσσαλίας: καὶ γίγνεται μάχη πλήθει τε μεγίστη καὶ ταῖς προθυμίαις τῶν παραταττομένων. ὁ μὲν γὰρ Πομπήϊος τεσσαράκοντα πεζῶν χιλιάδας ἐπεξῆγεν ἱππέας τε ἑκατὸν πρὸς τοῖς χιλίοις. καὶ συμμαχικὸν ἦν ἐκ τῶν ἑῴων παραγεγενημένον ὡς πλεῖστον: τῶν πολεμούντων τε αὐτῶν τὸ πλέον ἦν ἐκ τῆς ἐπιφανοῦς συμμορίας συγκλητικῶν τε καὶ πραιτωρίων καὶ ὑπατικῶν καὶ τῶν ἐν ἐπαρχίαις πολέμους τε νενικηκότων καὶ τούτοις τὰ πολλὰ τῇ Ῥώμῃ κτησαμένων. Καίσαρ δὲ τρισμυρίοις μὲν πεζοῖς ἐμάχετο, χιλίοις δὲ ἱππεῦσι.