Ancient Greek · ~4 min
Book 6
Eutropius, Breviarium historiae romanae 6.21
Not analysed yet
Καὶ εἴ τις συναριθμήσειε τὰς Ῥωμαϊκὰς στρατιάς, οὐδεπώποτε εὑρήσειε τοσοῦτον πλῆθος ἐκ τῆς Ῥώμης ἐν ὅπλοις γεγενημένον οὐδέ γε ὑπὸ στρατηγοῖς τοιούτοις. ὡς ὤφειλέν γε ἡ χεὶρ αὕτη μετὰ τούτων τῶν ἡγεμόνων καθ̓ ἑτέρων χωρεῖν: ῥᾷστα γὰρ ἂν τῆς γῆς ἁπάσης ἐβασίλευσαν. γίνεται δὴ καρτερὰ μάχη καὶ μετὰ πολὺν τὸν κόπον ἡττᾶται Πομπήϊος καὶ τῶν μὲν παρεμβολῶν ὁ Καίσαρ καθίσταται κύριος. καταφεύγει δὲ αὐτὸς ἐπὶ τὸν Αἰγύπτου βασιλέα Πτολεμαῖον, ᾧ μικρὸν πρόσθεν ὑπὸ τῆς συγκλήτου ἐδέδοτο κηδεμὼν νεωτέρῳ ὄντι καὶ ὑποσπόνδῳ Ῥωμαίοις, ᾔτει τε παῤ αὐτοῦ συμμαχίαν. ἀλλ’ ἐκεῖνος περὶ πλείονος ποιησάμενος τὴν τοῦ Καίσαρος εὐημερίαν τῆς πρὸς Πομπήϊον σχέσεως ἀναιρεῖ τε αὐτὸν καὶ τὴν κεφαλὴν αὐτοῦ μετὰ τοῦ δακτυλίου πέμπει τῷ Καίσαρι. τούτων ἡ θέα δάκρυσιν ἐτιμήθη παρὰ τοῦ Καίσαρος ἀναμιμνησκομένου μὲν τὴν τοῦ ἀνδρὸς ἀρετήν, ἀλγοῦντος δὲ καὶ διὰ τὴν ἀπὸ τοῦ γάμου συγγένειαν: γαμβρὸς γὰρ ἦν αὐτῷ γεγενημένος.