Ancient Greek · ~3 min
Book 6
Eutropius, Breviarium historiae romanae 6.23
Not analysed yet
Ἐπὶ τούτοις ἐπανῆκεν εἰς τὴν Ῥώμην καὶ τρίτην ἐπήγγειλεν ὑπατείαν, μᾶλλον δὲ αὐτὸς ἑαυτὸν ἐχειροτόνησε καὶ σὺν αὐτῷ Μάρκον Αἰμίλιον Λέπιδον, ὃς ἦν αὐτῷ ἄρχων τῶν ἱππέων γεγενημένος, ὅτε αὐτὸς ἑαυτὸν δικτάτωρα κατέστησε μετὰ τὴν εἰς Ἑλλάδα τῆς συγκλήτου φυγήν. ταῦτα πράξας ἐπὶ τῆς πόλεως τὴν Ἀφρικὴν καταλαμβάνει. ἔνθα δὴ πολλοὶ τῶν ἐπιφανῶν ἀνδρῶν τῆς συγκλήτου τῆς Ῥωμαϊκῆς Ἰόβαν τὸν Μαύρων βασιλέα σύμμαχον λαβόντες κατ’ αὐτοῦ παρετάττοντο. ἐπὶ τούτοις ἦσαν Πούβλιος Κορνήλιος Σκηπίων, ἀπόγονος τοῦ κληθέντος Ἀφρικανοῦ, κηδεστὴς δὲ Πομπηΐου, καὶ Μάρκος Πετρήϊος καὶ Κύντος Βάρρων καὶ Μάρκος Πόρκιος Κάτων καὶ Λούκιος Κορνήλιος Φαύστος, Σύλλου παῖς. γενομένης οὗν μάχης ἀμφηρίστου πολλάκις ὕστερον ὁ Καίσαρ ἐκράτησεν: καὶ ὁ Σκηπίων μὲν καὶ ὁ Πετρήϊος %5καὶ Ἰόβας ἑαυτοὺς %5ἀνεῖλον, Φαῦστος δὲ κηδεστὴς ὢν ἐπὶ θυγατρὶ τοῦ Πομπηΐου ταῖς τοῦ Καίσαρος ἀνῃρέθη χερσίν.