Ancient Greek · ~2 min
Book 6
Eutropius, Breviarium historiae romanae 6.24
Not analysed yet
Ἐνιαυτῷ δὲ ὕστερον πάλιν εἰς τὴν Ῥώμην ὁ Καίσαρ τέταρτον ἑαυτῷ πραγματεύεται τὴν ἀρχήν: καὶ πρὸς τὰς Ἱσπανίας ὁρμηθεὶς μεγίστην εὗρε παρασκευὴν πολέμου: Πομπήϊοι γάρ, οἱ Πομπηΐου παῖδες ὅ τε Γναίος καὶ Σέξτος, πολλῇ στρατιᾷ συμμίξαντες παρὰ μικρὸν μὲν ἦλθον νίκης, ὥστε φευγόντων τῶν τοῦ Καίσαρος ὁπλιτῶν αὐτὸν βουλεύσασθαι περὶ τῆς ἑαυτοῦ σφαγῆς: οὐ γὰρ ἔφερε μετὰ τοσαύτας νίκας ὑπὸ νέοις γενέσθαι καὶ τῆς ἐκείνων χειρὸς ἕκτον καὶ πεντηκοστὸν ἔτος γεγενημένος. μεταγνοὺς δὲ καὶ ἑαυτὸν ἀναλαβὼν κρατεῖ τῶν Πομπηϊαδῶν μάχῃ καὶ τὸν μὲν πρεσβύτερον ἀνεῖλε, τὸν δὲ ἄλλον εἰς φυγὴν ἔτρεψεν.