Ancient Greek · ~3 min
Book 6
Eutropius, Breviarium historiae romanae 6.25
Not analysed yet
Οὐδενὸς οὖν τῆς ἐμφυλίου ταραχῆς λειψάνου πρὸς τὴν Ῥώμην ἧκε μεγαλοφρονῶν ὡς εἰκὸς καὶ πολλὰ παρὰ τὴν ἐκ τοῦ παντὸς χρόνου τῆς πόλεως ἐλευθερίαν διεπράττετο: τὰς μὲν τιμὰς παρὰ τὸ τῷ κοινῷ δοκοῦν διδούς, ὦν ὁ δῆμος ἦν ποτε κύριος, τῇ συγκλήτῳ τε οὐχ ὑπανιστάμενος τυράννου τε σαφῶς ἔργα ποιῶν ἐκίνησεν οὖν ἐφ̓ ἑαυτὸν συνωμοσίαν: καὶ συστάντες ἄνδρες ἐκ τῆς συγκλήτου τε καὶ τῶν ἱππέων ἑξήκοντα ἐβουλεύσαντο αὐτῷ φόνον. ἦσαν δὲ ἡγεμόνες τῆς τῶν ἀνδρῶν ἐκείνων συμμορίας οἵ τε δύο Βροῦτοι, τὴν διαδοχὴν ἕλκοντες ἀπὸ τοῦ πρώτου τὴν ὑπατείαν ἔχοντος Βρούτου μετὰ τοὺς ἑπτὰ βασιλέας, καὶ Κάσιος καὶ Σερβίλιος Κάσκας: σύγκλητος μὲν οὖν τηνικαῦτα ἦν: ἧκε δὲ ἐπὶ τὸ βουλευτήριον ὁ Καίσαρ: ἐπελθόντων δὲ ἐκείνων σφάττεται: τρισὶ δὲ καὶ εἴκοσι πληγαῖς τελευτᾷ τὸν βίον.