Ancient Greek · ~1 min
6.9 to 6.11
Eutropius, Breviarium historiae romanae 6.9-11
Not analysed yet
Λούκουλλος δ’ ἐπεξελθὼν καὶ τῆς Τιγράνου βασιλείας κατεφρόνησε καὶ τὴν μεγίστην αἱρεῖ πόλιν ὅθεν δὴ καὶ Κρητικὸς ὁ Μέτελλος προσηγορεύθη καὶ τὴν νίκην ἐθριάμβευσε. τότε καὶ Λιβύων ὁ βασιλεὺς Ἀπίων Ῥωμαίοις παρέπεμψε τὴν ἀρχὴν ἀποθνήσκων ἐκ διαθήκης. κύριοι δὲ Λιβύης ἐγένοντο Ῥωμαῖοι καὶ μεγίστας προσελάβοντο πόλεις Βερενίκην Πτολεμαΐδα καὶ Κυρήνην.