Ancient Greek · ~4 min
Book 7
Eutropius, Breviarium historiae romanae 7.17
Not analysed yet
Βασιλεύει δὲ μετ’ αὐτὸν ὁ τούτου φονεὺς ἐξ ἐπισήμων κατιὼν πατέρων, ἐπιφανεστέρου δὲ τοῦ μητρώου, ἀνὴρ ἀγαθός τε καὶ πρᾷος καὶ φίλος μὲν ἐς τὰ μάλιστα Νέρωνι, οὐδὲν δὲ ὑπὸ τῆς πρὸς ἐκεῖνον συνηθείας βλαβείς. ἐν μέντοι τῇ βασιλείᾳ γενναῖον οὐδὲν ἐπεδείξατο δἰ αἰτίαν τήνδε: Βιτέλλιος, ἡνίκα οὗτος ἐβασίλευσεν, ὑπὸ τῆς ἐν Γερμανοῖς στρατιᾶς ἀνερρήθη: καὶ γίγνεται πόλεμος Ὄθωνί τε καὶ ἐκείνῳ καὶ τοῖς μεθ̓ ἑκατέρου στρατεύμασι. μετὰ πλείονος δὲ πλήθους οὗτος παραταττόμενος ἧττον ἔσχεν ἐν τῇ πρώτῃ συμπλοκῇ: δεινόν τε ποιησάμενος, ὅτι δὴ τῆς ἐλάττονος στρατιᾶς ἔλαττον σχοίη, πρὸς θάνατον ὥρμησε, κωλυόντων δὲ αὐτὸν τῶν στρατιωτῶν σὺν τοῖς ἡγεμόσιν αὐτῶν καὶ πειθόντων ὡς ἀπαγορεύειν ἤδη τοῦ τέλους ἀπερίσκεπτον ἂν εἴη, τὴν ἑαυτοῦ γνώμην ἐκύρωσε, μὴ τοσούτου ποιεῖσθαι τὰ καθ̓ ἑαυτὸν ὥστε ἀξιόχρεων νομίζειν αὐτὰ πρὸς ἐμφύλιον εἶναι πόλεμον. ἐπήγαγεν ἑαυτῷ τελευτὴν ὀγδόῳ καὶ τριακοστῷ τῆς ἡλικίας ἔτει, τῆς δὲ βασιλείας πέντε καὶ ἐννενήκοντα ταῖς πάσαις ἡμέραις.