Ancient Greek · ~5 min
Book 7
Eutropius, Breviarium historiae romanae 7.18
Not analysed yet
Βιτέλλιος οὗν ἦν ἐπὶ τῆς βασιλείας ἐκ πατέρων γεγενημένος γένει μὲν οὐκ ἐπισήμων, τὰς τιμὰς δὲ ἐξ ἀρετῆς κτησαμένων: ὁ γοῦν πατὴρ αὐτοῦ τρίτον ἐπὶ τὴν ὑπατείαν κληθεὶς οὐ κατῄσχυνε τοὺς ἑλομένους εἰς δέον ταῖς ἐξουσίαις χρησάμενος. ἀλλ’ ἐγένετο κατὰ τὴν βασιλείαν ἀτοπώτατος καὶ τῇ γαστρὶ πάντα μετρῶν ὥστε νύκτας ἡμέραις συνάπτειν ἐν συμποσίοις. φασὶ γοῦν αὐτῷ τὸν ἀδελφὸν παρασκευάσαι τράπεζαν, προθεῖναι δὲ αὐτῷ δισχιλίους μὲν ἰχθῦς, ἑπτακισχίλια δὲ πτηνὰ καὶ τὴν ἄλλην ἅπασαν δαπάνην ἐφάμιλλον. μιμεῖσθαι δὲ ἐπεμελεῖτο τὸν Νέρωνα καὶ πρὸς τὸν ἐκείνου ζῆλον ἅπαντα πράττειν ἐποιεῖτο τὸν τάφον τε αὐτῷ λαμπρότερον ἐποίησε γενέσθαι: κατορώρυκτο γὰρ ἀσήμως, ὡς ἐν τοῖς ἔμπροσθεν δεδήλωται. ταῦτα οὔτε ὁ δῆμος ἤνεγκεν οὔτε ὁ στρατὸς ὁ τεταγμένος ὑπὸ Οὐεσπασιανῷ στρατηγὸς δὲ ἦν οὗτος τὴν πρὸς Ἰουδαίους διακονούμενος μάχην̓, ἀλλὰ προσάγουσι μὲν αὐτὸν εἰς τὸ δημόσιον, ἐπειδὴ καὶ τὸν ἀδελφὸν Οὐεσπασιανοῦ Σαβῖνον συνεμπρήσας ἐτύγχανε τῷ Καπετωλίῳ: κρεμάσαντες δὲ ἀπὸ τῆς κόμης καὶ τῷ λαιμῷ ξίφος ὑποθέντες εἷλκον διὰ τῆς πόλεως τό τε στέρνον γυμνώσαντες ὥστε τοὺς ἐντυγχάνοντας κατ’ ἐξουσίαν πλήττειν καὶ τοῦτον αἰκισάμενοι τὸν τρόπον τὸ τελευταῖον ἀπέπνιξαν καὶ τὸ σῶμα ἔρριψαν εἰς τὰ ῥεύματα τοῦ Θύμβριδος ὡς οὐκ ἄξιον ὂν ἐπικαλυφθῆναι τῇ γῇ. καὶ ὁ μὲν οὕτως ἐτελεύτησεν ἑβδόμῳ καὶ πεντηκοστῷ τῆς ἡλικίας ἔτει, τῆς βασιλείας ἐν ὀγδόῳ μηνὶ μιᾶς προσδεούσης ἡμέρας.