Ancient Greek · ~4 min
Book 7
Eutropius, Breviarium historiae romanae 7.20
Not analysed yet
Πάντων δὲ μέγιστον ἐκέκτητο τὸ μήτε ἀπεχθείας μνημονεύειν πρός τε τοὺς κατηγοροῦντας ῥήτοράς τε καὶ φιλοσόφους μὴ βαρέως ἔχειν: τῶν γε μὴν στρατιωτικῶν πταισμάτων τιμωρὸς ἦν ἀκριβὴς πικροτέραις αὐτοὺς ἀεὶ σωφρονίζων ἐπιστροφαῖς: καὶ τοιοῦτος ἦν ἐπὶ τῆς βασιλείας. θριαμβεύει δὲ ἐν Ῥώμῃ κατὰ Ἰουδαίων μετὰ τοῦ παιδός. πάντας τοίνυν ἀνῃρημένος τούς τε ἀπὸ τοῦ δήμου καὶ τοὺς ἐν ταῖς ἡγεμονίαις καὶ τὸ ὑπήκοον ἅπαν ἐπίσης τε ὑπὸ πάντων θαυμαζόμενος ἐτελεύτησε τῆς γαστρὸς αὐτοῦ καταρραγείσης ἐν ἀγρῷ περὶ τὰ ὅρια Σαβίνων: οἰκείως τε καὶ θεός τε προσηγορεύθη καὶ ὑπὸ Ῥωμαίων ἐτάφη λαμπρῶς σφόδρα αὐτοῦ τὴν τελευτὴν ὀδυρομένων. τούς γε μὴν παῖδας γενεθλιαλογήσας ἑκατέρους αὐτοῦ ἐπέπειστο διαδόχους ἔσεσθαι τῆς ἀρχῆς, ὥστε πολλῶν ἐπιβουλευσάντων πολλάκις μηδὲν ἐπιστραφῆναι, φῆσαι δὲ ἐν κοινῇ ποτε συνόδῳ ἢ μηδένα μετ’ αὐτὸν βασιλεύσειν ἢ τοὺς ἐξ αὐτοῦ γεγενημένους. ἐτελεύτησε δὲ ἐννάτῳ καὶ ἑξηκοστῷ τῆς ἡλικίας ἔτει, τῆς βασιλείας δὲ ἐννάτῳ καὶ ἡμέραις ἑπτά.