Ancient Greek
Book 7
Eutropius, Breviarium historiae romanae 7.19
Not analysed yet
Διαδέχεται δὲ τὴν βασιλείαν Οὐεσπασιανὸς ἐπὶ τῆς Παλαιστίνης ἀναρρηθείς, γένει μὲν οὐ λαμπρός, ἀρετὴν δὲ οἷος τοῖς σφόδρα ἀρίστοις συμφέρεσθαι: καὶ δόξαν ἀεὶ δήποτε μεγίστην ἐπὶ μεγίστοις ἔργοις κεκαρπωμένος, ἡνίκα Κλαυδίῳ τῷ βασιλεύσαντι στρατηγῶν, ὡς μικρῷ πρόσθεν εἴρηται, δύο καὶ τριάκοντα μάχαις τήν τε Γερμανῶν καὶ Βρεττανῶν ἅπασαν γῆν συνῆψε Ῥωμαίοις πόλεις τε αὐτῶν εἷλεν εἴκοσι περιφανεστάτας καὶ τὴν μεγίστην τῶν Βρεττανικῶν νήσων τὴν Βέκτην. οὕτω δὲ ἐβασίλευσεν ὥστε μηδὲ ἔξωθεν γενέσθαι μετριότητος μήτε ὑπεροφθῆναι παρὰ τῶν ὑπηκόων: χρημάτων δὲ ἐπεμελεῖτο μέν, ἄδικον δὲ ἔφευγε κτῆσιν: τὸν πλοῦτόν γε μὴν ὃν συνέλεγε τοῖς ἀμφ̓ αὐτὸν ἐδωρεῖτο καὶ τοῖς μάλιστα τῶν: τιμῶν ἀξιωτάτοις. οὐδεὶς γοῦν τῶν προτέρων τοσαύτην ἐπεδείξατο μεγαλοψυχίαν: τοσαύτη δὲ ἦν ἡ φιλανθρωπία καὶ ἡ πραότης ὥστε τοὺς ἐπιβουλεύειν αὐτοῦ τῇ βασιλείᾳ δόξαντας μὴ βαρέως ἀμύνασθαι, ἀλλ’ ἄχρι τοῦ τῆς πόλεως ἐκβάλλειν στῆσαι τὰς τιμωρίας. τῇ τε ἀρχῇ προσέθηκεν Ἰουδαίους τε καὶ τὰ Ἱεροσόλυμα τότε πρῶτον αὐτοὺς ὑπαγαγὼν τῇ δουλείᾳ. Ἀχαΐαν τε καὶ Λυκίαν καὶ Ῥόδον καὶ τὸ Βυζάντιον καὶ Σάμον αὐτονόμους οὔσας ἠνάγκασε τοῖς Ῥωμαϊκοῖς πολιτεύεσθαι θεσμοῖς: Θρᾷκάς τε ἐπὶ καὶ Κίλικας καὶ Κομμαγηνοὺς οἰκείας ἔχοντας βασιλείας εἰς ἐπαρχιῶν σχῆμα μετέστησε.