Ancient Greek · ~3 min
Book 7
Eutropius, Breviarium historiae romanae 7.8
Not analysed yet
Παύσας δὴ πάντα πανταχοῦ πόλεμον Αὔγουστος εἰς τὴν Ῥώμην ἐπανῆκε δωδεκάτῳ μὲν ἐκ τῆς ὑπατείας ἔτει, δευτέρῳ δὲ καὶ τριακοστῷ τῆς ἡλικίας. διέμεινέ τε μόνος Ῥωμαίων ἔχων ἀρχὴν ἔτη τέσσαρα καὶ τεσσαράκοντα: τὸν γὰρ ἔμπροσθεν χρόνον ἐκοινώνουν αὐτῷ τῆς δυναστείας Ἀντώνιος καὶ Λέπιδος. τελευτᾷ δὲ ἓξ καὶ ἑβδομήκοντα γενόμενος ἐνιαυτοὺς κοινὴν καὶ αὐτόματον τελευτὴν ἐν Ἀτέλλῃ πόλει. τῆς Καμπανίας: καὶ θάπτουσιν αὐτὸν κατὰ τὴν Ῥώμην ἐν τῷ καλουμένῳ Μαρτίῳ κάμπῳ, ἄνδρα δικαίως τε κατ’ ἀξίαν ἐκ τοῦ πλείστου μέρους ὑποληφθέντα θέον: οὔτε γὰρ ἐν πολέμοις ἀνδρειότερον ἡ τύχη δείξει, οὔτε ἐν ἡσυχίᾳ μετριώτερον ἄν τις εὕροι γεγενημένον, ἐν ,οἷς μόνος οὗτος ἔσχε τὴν ἀρχὴν χρόνοις. δημαγωγός τε γὰρ πάντων ἄριστος ἦν καὶ μεγαλόδωρος εἰς ἅπαντας καὶ πιστότατος τοῖς φίλοις: τὰς τιμάς τε ἀφθονώτατα παρεῖχεν ὡς ἐξισοῦν ἐθέλειν ἑαυτῷ τοὺς τούτων ἀξίους.