Ancient Greek · ~4 min
Book 7
Eutropius, Breviarium historiae romanae 7.9
Not analysed yet
Ἤνθησε γοῦν τὰ τῆς Ῥώμης πράγματα μάλιστα κατ’ αὐτὸν ὑπὸ τῶν ἐμφυλίων καθαρθέντα πολέμων. καὶ προσετέθη τοῖς ὑπακούουσιν Αἴγυπτός τε καὶ Κανταβρία, Δαλματία τε ἐπὶ τούτοις: ἡττηθέντες γὰρ πρότερον πολλάκις, δουλεύσαντες δὲ ἐπ’ αὐτοῦ μόνον: Ἰλλυριοί τε καὶ Παίονες καὶ Ἀκυτανοὶ καὶ Ῥητίαι καὶ Βενδέλικος καὶ Σάλασσος πρὸς τοῖς ὄρεσι τοῖς Ἀλπείοις ἡ Ποντική τε παραλία καὶ ταύτης αἱ μέγισται πόλεις, Βόσπορός τε καὶ Παντικάπαιον: καὶ μὴν Δάκες τε καὶ Γερμανοὶ μάχαις νικηθέντες πολλαῖς ἀπῳκίσθησαν ὑπὲρ τὸν Ἄλβιν ποταμόν, ὃς ἐν μέσῳ ῥεῖ βαρβάροις ὡς πορρωτάτω τοῦ Ῥήνου. κατώρθωσε δὲ τοῦτον μὲν τὸν πόλεμον διὰ τοῦ προγόνου Δρούσου, τὸν δὲ πρὸς Παίονας διὰ Τιβερίου ʽπρόγονος δὲ αὐτῷ καὶ οὗτος ἦν̓, ὅθεν αὐτῷ τεσσαράκοντα χιλιάδες ἀνδρῶν αἰχμαλώτων ἤχθησαν, ἀπῴκισέ τε αὐτοὺς περὶ τὰς ὄχθας τοῦ Ῥήνου. καὶ τῆς Ἀρμενίας δὲ τοὺς Πέρσας ἀφελόμενος ὁμήρους ἔλαβε παῤ αὐτῶν τότε πρῶτον ἀνασχομένων παρασχεῖν, ὅτε δὴ καὶ τὰ Ῥωμαϊκὰ σημεῖα τοῖς Ῥωμαίοις ἀπεδόθη, ἅπερ ἦσαν ἀποβαλόντες οἱ σὺν Κράσσῳ μεμαχημένοι.