Ancient Greek
Book 8
Eutropius, Breviarium historiae romanae 8.10
Not analysed yet
Συνήγαγε δὲ αὐτοὺς καὶ συγγένεια ἄλλη τε καὶ ἡ ἀπὸ τοῦ γάμου. ὁ γὰρ Ἄννιος Ἀντωνῖνος Οὔηρος τοῦ Μάρκου Ἀντωνίνου κηδεστὴς ἦν ἐπὶ θυγατρί. ἐκείνος δὲ ἀνεψιᾷ κηδεύσας ἐτύγχανεν Ἀντωνίνῳ τῷ Πίῳ. οὗτοι δὴ βασιλεύοντες ἐπήγαγον Πάρθοις πόλεμον τότε πρῶτον ἀντιπαραταξαμένοις μετὰ τὴν Τραϊανοῦ νίκην. καὶ στρατεύει μὲν ἐπ’ αὐτοὺς Λούκιος Ἄννιος Ἀντωνῖνος: τὰς διατριβὰς δὲ περὶ Ἀντιοχείαν καὶ τὴν Ἀρμενίαν ποιούμενος διὰ τῶν στρατηγῶν ἅπαντα κατώρθου: καὶ Σελεύκειαν τὴν Ἀσσυρίων πόλιν ἐπιφανεστάτην ἑλὼν μετὰ τῶν ἐγκαθημένων αὐτῇ στρατιωτῶν τετρακισμυρίων ἐθριάμβευσεν ἐπὶ τῇ νίκῃ κοινωνὸν ἔχων τοῦ θριάμβου τὸν κοινωνὸν τῆς βασιλείας καὶ τοῦ γένους τὸν κηδεστήν. ἐτελεύτησε δὲ ἐν Βενετίᾳ φερόμενος ἐπ’ ὀχήματος ἅμα τῷ συμβασιλεύοντι ʽπορεία δὲ ἦν αὐτοῖς ἀπὸ Κονκορδίας εἰς Ἄλτινον̓ νόσον ὑπομείνας τὴν ἀποπληξίαν. συνηριθμήθη τε τοῖς θεοῖς ὑποληφθεὶς ἀνὴρ κοινός τε καὶ ἀγαθὸς εἶναι: καίτοιγε οὐκ ἦν, ἀλλ’ ἐπέκρυπτεν αὐτὸν ἡ τοῦ βασιλέως ἀρετή.