Ancient Greek · ~3 min
Book 8
Eutropius, Breviarium historiae romanae 8.11
Not analysed yet
Μόνος τοίνυν ἔμεινεν ἐπὶ τῆς ἀρχῆς ἅτερος Ἀντωνῖνος Μάρκος, οὖ θαῦμα μόνον ἄξιον ἔχειν, οὐκ ἐπαίνους ἀπαριθμεῖν. ἐκ πρώτης γὰρ ἡλικίας ἥμερός τε ἐγένετο καὶ γαληνὸς ἰδεῖν ὥστε μηδὲ παιδὸς ὄντος ἡδονὴν ἢ λύπην κατακρατῆσαι μηδ’ ἐξ ἑτέρου τούτων αὐτοῦ τὸ πρόσωπον ἀλλοιότερον φανῆναι. φιλοσοφίας τε ἦν ἐραστὴς ὑπὸ τοῖς Στωϊκοῖς πεπαιδευμένος ὥστε μὴ μόνον τὸ ἦθος οὕτως ἠσκῆσθαι τοῖς παραγγέλμασιν, ἀλλὰ καὶ τὴν γλῶτταν ἐν τῇ λογικῇ τῶν ἄλλων πλέον ἔχειν. οὕτω τε ἦν εὐκλεὴς ἔτι νέος ὡς Ἀδριανὸν σκοπούμενον, ὅστις αὐτῷ διαδέξεται τὴν βασιλείαν, ἐπειδὴ προτιμᾶν ἠναγκάζετο τὸν Πίον παῖδα αὐτῷ πεποιημένον, συνάψαι τοῦτον ἐκείνῳ διὰ τοῦ γάμου τῆς θυγατρός, ὅπως ἂν ἐπ’ αὐτὸν ἔκ τινος ἀκολουθίας ἡ βασιλεία κατενεχθῇ.