Ancient Greek · ~2 min
Book 8
Eutropius, Breviarium historiae romanae 8.20
Not analysed yet
Ἀντωνῖνος τοίνυν προσλαβὼν καὶ τὴν τοῦ Καρακάλου προσωνυμίαν τῷ πατρὶ πρὸς ἅπαντα κατηκολούθησε τὸ πρῶτον, προϊὼν δὲ ἐχώρησέ τε εἰς ὠμότητα καὶ τὴν ἐν ταῖς ἀπειλαῖς ὑπερβολήν. τῇ Ῥώμῃ δὲ κατεσκεύασε λουτρόν, ὅπερ εἰς τόδε Ἀντωνινιανὸν καλεῖται. ἄλλο δὲ ἄξιον μνήμης οὔτε εἶπεν οὔτε ἔπραξεν οὐδέν, ἀλλ’ ἡδοναῖς τε ἐδούλευσεν, ὥστε καὶ τὴν ἑαυτοῦ μητρυιὰν ποιήσασθαι γαμετήν. ἐν Ἐδέσσῃ δὲ τῆς Ὀσδροηνῆς στρατεύων ἐπὶ Πέρσας ἀπῆλθε τοῦ βίου βασιλεύσας μὲν ἓξ ἔτη καὶ μῆνας δύο, προελθὼν δὲ τῇ ἡλικίᾳ εἰς τρίτον καὶ τεσσαρακοστὸν ἔτος: ἐγένοντό τε αὐτῷ τὰ νενομισμένα παρὰ τοῦ στρατοῦ.