Ancient Greek · ~2 min
8.21 to 8.22
Eutropius, Breviarium historiae romanae 8.21-22
Not analysed yet
Καὶ βασιλεύει μετ’ αὐτὸν Ὀπίλιος Μακρῖνος ἐξ ὑπάρχου πρὸς τὴν βασιλείαν κληθείς καὶ μετέσχεν ἁλουργίδος ὁ παῖς αὐτοῦ Διαδούμενος. ἔπραξε δὲ οὐδὲ οὗτος μνήμης ἄξιον οὐδὲν τῆς ἀρχῆς εἰς ἐνιαυτὸν καὶ μῆνας δύο προελθούσης. ἀνεῖλε δὲ ἀμφοτέρους στρατιωτικὴ στάσις. Δέχεται δὲ τὴν βασιλείαν Μάρκος Αὐρήλιος Ἀντωνίνου Καρακάλου παῖς ὢν, ὡς ὑπείληπτο, ἦν δὲ ἱερεὺς τοῦ ναοῦ τοῦ Ἡλιογαβάλου. οὗτος ἐπὶ χρηστῇ τοῦ δήμου προσδοκίᾳ τὴν Ῥώμην καταλαβὼν ἐναντίος ὤφθη τῆς ἐλπίδος. αἰσχρὸν γὰρ καὶ ἐπονείδιστον μετελθὼν βίον μετὰ δύο ἔτη τῆς βασιλείας καὶ μῆνας ὀκτὼ ἀνῃρέθη: καὶ ἡ μήτηρ αὐτῷ συναπώλετο Συμία Σευήρα.