Ancient Greek · ~3 min
Book 8
Eutropius, Breviarium historiae romanae 8.3
Not analysed yet
Τὴν Ἀρμενίαν τε ἀνεκτήσατο παρὰ Πάρθων τὸν Φατόσιριν ἀνελών, ὃς ἐτυράννει τοῦ ἔθνους Ἀλβανοῖς τε αὐτὸς ἔδωκε βασιλέα: Ἰβήρων τε καὶ Σαυροματῶν καὶ τῶν ἐν Βοσπόρῳ, ἔτι δὲ Ἀραβίων καὶ Ὀσδροηνῶν τοὺς βασιλεύοντας ὑποσπόνδους ἐποιήσατο. καὶ μὴν καὶ Καρδουηνῶν καὶ Μαρκομήδων καὶ τὴν Ἀνθεμουσίαν, χωρίον Περσῶν εὐρύ τε καὶ εὔγαιον, Σελεύκειάν τε καὶ Κτησιφῶντα καὶ Βαβυλῶνα προσεκτήσατο. Μεσσηνίους τε μάχῃ νικήσας κτῆμά τε καὶ τούτους αὐτῷ ποιησάμενος ἄχρις αὐτῶν ἐχώρησεν Ἰνδῶν καὶ τῆς Ἐρυθρᾶς καλουμένης θαλάσσης. ὅθεν ἀρξάμενος τρεῖς ἐπαρχίας κατῴκισεν Ἀρμενίαν τε καὶ Ἀσσυρίαν καὶ τὴν μέσην τῶν ποταμῶν, ἧς μέρος ἦν καὶ ἡ τῶν Ναριηνῶν χώρα. πρῶτος καὶ τὴν Ἀραβίαν ἐπαρχίαν ἐποίησε. στόλον δὲ ἐγκατέστησε κατὰ τὴν ἐρυθρὰν θάλασσαν ὥστε αὐτῷ καὶ διὰ θαλάττης ἐξεῖναι πολιορκεῖν Ἰνδούς.