Ancient Greek · ~4 min
Book 8
Eutropius, Breviarium historiae romanae 8.4
Not analysed yet
Τοιαῦτα δὲ ὄντα τὰ κατὰ τοὺς πολέμους ὑπεχώρει τοῖς περὶ τὰ πολιτικὰ θαύμασιν: οὔτε γὰρ πλέον οὔτε ἔλαττον εἶχεν ἕτερος ἑτέρου: οὕτω δὲ ἐπεμελεῖτο τῶν πρὸς τοὺς φίλους καθηκόντων, ὥστε συνήθως παῤ αὐτοὺς φοιτᾶν ἢ νόσῳ κατακεκλιμένους ἢ καὶ προσηγορίας μόνης χάριν. ἔστι δὲ ὅτε καὶ ἑορτάζουσιν ἰδίας τινὰς πανηγύρεις ἐποίει καὶ συνειστιᾶτο ἀμοιβαίοις τε καὶ αὐτὸς εὐωχίαις αὐτοὺς ἐγέραιρεν: ἐχρῆτο δὲ καὶ τοῖς ὀχήμασιν ἐκείνων τὸν βασιλικὸν ἀπολιπὼν δίφρον. οὐδενί τε τῶν ἐν Ῥώμῃ λαμπρῶν ἐπήγαγε βλάβην οὐδὲ ηὔξησε τοὺς θησαυροὺς ἐξ ἀδίκου προσθήκης. φιλοδωρότατός τε ἦν δημοσίᾳ τε καὶ ἰδίᾳ καὶ περὶ τὸ διδόναι τὰς ἀρχὰς ἀφθονώτατος. πλέον δὲ ἦν τὸ περὶ αὐτὰ ταῦτα τοῖς φίλοις: οἰκοδομημάτων δὲ αὐτῷ πανταχοῦ τῆς οἰκουμένης πολὺς ἦν ὁ λόγος. καὶ τὰς πόλεις ἀτελείας ἠξίου. κεφάλαιόν τε τῆς ἡμερότητός τε αὐτοῦ καὶ φιλανθρωπίας, παρὰ πάντα τὸν τῆς βασιλείας χρόνον εἷς ὑπέμεινε θάνατον τῆς συγκλήτου τὴν ψῆφον ἐπαγαγούσης ἀγνοοῦντος τοῦ βασιλέως. τούτων ἕνεκα κατὰ τὴν οἰκουμένην ἅπασαν ἰσόθεος ὑπείληπτο καὶ ταῖς τῶν κρειττόνων ἐτιμᾶτο τιμαῖς.