Ancient Greek · ~2 min
Book 9
Eutropius, Breviarium historiae romanae 9.24
Not analysed yet
Ἀλλ’ οὐδὲ Μαξιμιανὸς ὁ Γαλλέριος ἔξω μεγάλων ἔργων ἐγένετο: στρατεύσας γὰρ κατὰ Ναρσοῦ τοῦ Περσῶν βασιλεύοντος ʽπάππος δὲ ἦν οὗτος Σάπωρί τε καὶ Ὁρμίσδᾳ τοῖς εἰς τὴν ἡμετέραν ἡλικίαν ἀφικομένοισ̓ τὸ μὲν πρῶτον ἐναντίαν ἔσχε τὴν ἔκβασιν ἐξ ἀβουλίας μᾶλλον ἤπερ ἀσθενείας. οὐ γὰρ ἔχων ἀξιόμαχον στρατιὰν συνεπλάκη καὶ τοιαύτην ἔσχε δυσημερίαν, ὥστε ἐπειδήπερ ἧκεν πρὸς Διοκλητιανὸν συλλεξόμενος ἑτέραν δύναμιν, μηδὲ λόγου τινὸς ἀξιωθῆναι, συνδραμεῖν δὲ τῷ ἅρματι μετὰ τῆς ἁλουργίδος αὐτῆς.