Ancient Greek · ~2 min
Book 9
Eutropius, Breviarium historiae romanae 9.25
Not analysed yet
Ἀλλ’ ἀγείρας πλῆθος πρὸς τὴν Περσικὴν παρασκευὴν ἀξιόχρεων χωρεῖ πρὸς τὴν Ἀρμενίαν. κἀκεῖ τῷ Ναρσῇ συμμίξας διαφθείρει μὲν αὐτοῦ τὸν στρατόν, αἱρεῖ δὲ τήν τε γαμετὴν αὐτοῦ καὶ τὰς ἀδελφάς: αὐτόν τε ἐπεξελθὼν ἤλασε πορρωτάτω τῆς βασιλείας. γνοὺς δὲ ὡς Διοκλητιανὸς διατρίβει περὶ τὴν μέσην τῶν ποταμῶν, ἀφίκετό τε ὡς αὐτὸν καὶ πρὸς ἀξίαν ἐτιμήθη τῶν εἰργασμένων. ἐντεῦθεν πολλοὶ καὶ πρὸς πολλοὺς συνεκροτήθησαν πόλεμοι, οἱ μὲν πάντων ἅμα συστρατευόντων, οἱ δὲ παῤ ἑκάστου τῶν κρατούντων: Κάρποι γοῦν καὶ Βαστέρναι καὶ Σαρμάται κατεπολεμήθησαν, ὥστε τῆς ἀπὸ τοῦ πολέμου λείας ἀνδρῶν τε καὶ λοιπῶν τὴν Ῥωμαϊκῆν πληρωθῆναι γῆν.