Ancient Greek · ~1 min
Book 9
Eutropius, Breviarium historiae romanae 9.28
Not analysed yet
Ἵδρυσαν οὖν ἑαυτοὺς ὁ μὲν Ἑρκούλιος περὶ τὴν Λουκανίαν, Διοκλητιανὸς δὲ ἐν ἀγρῷ γειτνιῶντι Σάλωσι καὶ διετέλεσεν ἐν ἡσυχίᾳ λαμπρᾷ τὸ καινὸν τοῦτο μόνος ἑλόμενος καὶ μετελθὼν τῆς ἀρετῆς εἶδος, ὥστε ἐξ ὕψους τοσούτου πρὸς κοινὴν μεταστῆναι πολιτείαν. καινὸν γοῦν καὶ αὐτοῦ μετὰ τελευτὴν ὑπῆρξεν ἐξ ἀμοιβῆς :μόνος γὰρ ἰδιωτῶν ἀνηγορεύθη θεός.