Ancient Greek
Book 9
Eutropius, Breviarium historiae romanae 9.27
Not analysed yet
Ἑρκούλιος δὲ σαφέστατα καὶ προδήλως ὠμὸς ἦν καὶ πάσης μετριότητός τε καὶ κοινότητος ἀλλότριος, ἄγριον δὲ καὶ τὸ βλέμμα καὶ τὴν πρόσοψιν ἔχων, ἐξ ὧν ἑκατέρων ἡ τῆς ψυχῆς ἐσημαίνετο ποιότης. τὰς γοῦν ἀπηνεστέρας Διοκλητιανοῦ βουλὰς εὐθὺς εἰς ἔργον ἦγεν: ἔστι δὲ ὅτε καὶ ἀφορμὴν αὐταῖς παρεῖχε, πρόφασιν μὲν ὡς πάντα εἴκων αὐτῷ, τὸ δὲ οἰκεῖον θεραπεύων πάθος. ἀλλ’ ἐπειδὴ πρὸς γῆρας ἀφικόμενος Διοκλητιανὸς οὐ σφόδρα ἡγεῖτο τῇ προστασίᾳ τῶν κοινῶν ἀρκεῖν, ποιεῖται πρὸς τὸν Ἑρκούλιον λόγους, ὥστε τὴν ἀρχὴν ἀποθέσθαι καὶ παραδοθῆναι τοῖς ἐκ τῆς ἡλικίας ἐρρωμενεστέροις καὶ ἀκμάζουσι: καὶ πείθεται μὲν εἰ καὶ ἀνιώμενος καὶ βαρέως φέρων Ἑρκούλιος, συναφίσταται δὲ τῆς βασιλείας τῷ συμβουλεύσαντι: μία τε αὐτοὺς ἀπέδειξεν ἰδιώτας ἡμέρα τὴν ἁλουργίδα ῥίψαντας ἐκ συνθήματος ἑνός, τὸν μὲν ἐν Νικομηδείᾳ τὸν Διοκλητιανόν, τὸν δὲ ἕτερον ἐν Μεδιολάνῳ μετὰ τὸν θρίαμβον ἐκεῖνον, ὃν κατὰ τῶν εἰρημένων ἐθνῶν ἐπὶ τῆς Ῥώμης ἐξεπλήρωσαν προπομπευόντων τῆς τε Ναρσοῦ γαμετῆς καὶ τῶν ἀδελφῶν καὶ τῶν παίδων.