Ancient Greek · ~6 min
Book 1
Evagrius, Scholasticus, Historia Ecclesiastica 1.Εὐαγρίου σχολαστικοῦ καὶ ἀπὸ ὑπάρχων τοῦ Ἐπιφανέως ἐκκλησιαστικῆς ἱστορίας λόγοι κ.
Not analysed yet
α Τὰ προοίμια, καὶ περὶ Ἀναστασίου πρεσβυτέρου συμπαραγενομένου Νεστορίῳ. β Περὶ Νεστορίου ἐξακολουθήσαντος αὐτῷ. γ Περὶ τῆς συναθροισθείσης ἐπ’ Ἐφέσῳ προτέρας συνόδου καὶ πάντων τῶν ἐν αὐτῇ. δ Περὶ Παύλου ἐπισκόπου Ἐμέσης καὶ τῶν ἐπιστολῶν Ἰωάννου καὶ Κυρίλλου καὶ τῆς αὐτῶν ἑνώσεως. ε Περὶ τῶν ἐξοριῶν Νεστορίου καὶ τῶν ἐπιστολῶν αὐτοῦ τῶν περὶ τούτου. ς Περὶ τῆς Μαξιμιανοῦ καὶ Πρόκλου μετὰ Νεστόριον χειροτονίας, καὶ Φλαβιανοῦ μετ’ αὐτούς. ζ Περὶ τῶν κινηθέντων παρὰ Εὐσεβίου τοῦ ἐπισκόπου κατὰ Εὐτυχοῦς ἐν Κωνσταντινουπόλει. η Περὶ τῆς δευτέρας ἐν Ἐφέσῳ συνόδου ἧς ἐξῆρχε Διόσκορος ὁ μετὰ Κύριλλον. θ Περὶ τῆς ἀνακλήσεως Εὐτυχοῦς καὶ πάντων τῶν ἐν τῇ αὐτῇ συνόδῳ καθαιρεθέντων. ι Καταδρομὴ κατὰ Ἑλλήνων καὶ τῶν σεβασμάτων αὐτῶν. ια Περὶ ὧν Θεοδόσιος ὁ βασιλεὺς ἐνομοθέτησε κατὰ Νεστορίου. ιβ Περὶ Συμεὼν τοῦ ἐν ἁγίοις Στυλίτου, καὶ ἔκφρασις τῆς κατ’ αὐτὸν μάνδρας. ιγ Περὶ Ἰσιδώρου τοῦ Πηλουσιώτου, καὶ Συνεσίου τοῦ Κυρήνης ἐπισκόπου. ιδ Περὶ τοῦ ἐν ἁγίοις Ἰγνατίου, καὶ περὶ τοῦ ἐν ἁγίοις Βαβύλα. ιε Περὶ τοῦ πολέμου τοῦ κατὰ Ἀττίλαν, καὶ σεισμῶν καθολικῶν. ις Περὶ Μεμνονίου, Ζωΐλου, καὶ Καλλίστου, καὶ Ἀνατολίου. ιζ Περὶ ἐπαναστάσεων ἀνά τε Εὐρώπην καὶ τὴν Ἑῴαν, καὶ περὶ Κλαυδιανοῦ καὶ Κύρου τῶν ποιητῶν. ιη Περὶ Εὐδοκίας καὶ Εὐδοξίας. ιθ Περὶ ὧν ἐδείματο μοναστηρίων ἡ Εὐδοκία ἐν Ἱεροσολύμοις, καὶ διαφόρου ἀσκήσεως μοναχῶν. κ Περὶ τοῦ ναοῦ τοῦ ἁγίου Στεφάνου ἐν ᾧ ἐτέθη, καὶ τῆς μετ’ αὐτὴν τελευτῆς Θεοδοσίου.