Ancient Greek · ~10 min
Book 1
Evagrius, Scholasticus, Historia Ecclesiastica 1.Κεφάλαια τοῦ πρώτου τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου σχολαστικοῦ καὶ ἀπὸ ὑπάρχων τοῦ Ἐπιφανέως.
Not analysed yet
α Προοίμιον τοῦ συγγραφέως, πῶς ἐπὶ τὸ γράφειν τὴν παροῦσαν πραγματείαν ἐλήλυθεν. Εἶτα πρῶτον κεφάλαιον, ὅτι μετὰ τὴν κατάλυσιν τοῦ ἀσεβοῦς Ἰουλιανοῦ τῶν αἱρέσεων μικρὸν παυθεισῶν, ὕστερον ὁ πονηρὸς διάβολος τὴν πίστιν πάλιν ἐτάραττεν. β Ὅπως ἐφωράθη Νεστόριος δι’ Ἀναστασίου τοῦ μαθητοῦ διδάσκοντος μὴ θεοτόκον ἀλλὰ χριστοτόκον τὴν ἁγίαν καλῶν θεομήτορα, δι’ ἢν αἰτίαν καὶ αἱρετικὸς ὡμολόγηται. γ Οἷα ὁ μέγας Κύριλλος τῷ Νεστορίῳ ἔγραψε, καὶ ὅπως ἡ τρίτη σύνοδος ἐν Ἐφέσῳ ἠθροίσθη, ὑστερήσαντος Ἰωάννου τοῦ Ἀντιοχείας καὶ Θεοδωρήτου. δ Ὅπως παρὰ τῆς συνόδου καθῃρέθη Νεστόριος, τοῦ Ἀντιοχείας μὴ ἐνδημήσαντος. ε Ὡς μετὰ πέντε ἡμέρας ἐλθὼν ὁ Ἀντιοχείας Ἰωάννης καθαιρεῖ Κύριλλον τὸν Ἀλεξανδρείας καὶ Μέμνονα τὸν Ἐφέσου· οὓς ἡ σύνοδος πάλιν ἠθῴωσεν καθελοῦσα Ἰωάννην καὶ τοὺς μετ’ αὐτοῦ. Καὶ ὅπως διὰ Θεοδοσίου τοῦ βασιλέως συμβαίνουσι Κύριλλος καὶ Ἰωάννης, κυρώσαντες ἔτι καὶ τὴν Νεστορίου καθαίρεσιν. ς Περὶ Παύλου τοῦ Ἐμέσης εἰς Ἀλεξάνδρειαν ἐλθόντος, καὶ ἔπαινος Κυρίλλου διὰ τὴν ἐπιστολήν. ζ Οἷα ὁ δυσσεβὴς Νεστόριος πεπονθέναι περὶ αὐτοῦ γράφει, καὶ ὡς σκώληξι τὴν γλῶτταν τὸ τελευταῖον βρωθεὶς εἰς Ὄασιν ἀπέρρηξε τὴν ψυχήν. η Ὡς μετὰ Νεστόριον Μαξιμιανός, καὶ μετὰ τοῦτον Πρόκλος, εἶτα Φλαβιανὸς γίνεται. θ Περὶ τοῦ δυστυχοῦς Εὐτυχοῦς, καὶ ὅπως παρὰ τοῦ Κωνσταντινουπόλεως καθῃρέθη Φλαβιανοῦ, καὶ περὶ τῆς ἐν Ἐφέσῳ δευτέρας λῃστρικῆς συνόδου. ι Ὅσα παρὰ τοῦ Διοσκόρου καὶ Χρυσαφίου τὸ παράλογον ἐν Ἐφέσῳ συνέδριον διεπράξατο. ια Ἀπολογία τοῦ συγγραφέως ὑπὲρ τῶν ἐν ἡμῖν διαφορῶν, καὶ κατάγελως τῶν Ἑλληνικῶν ὕθλων. ιβ Ὅπως ὁ βασιλεὺς Θεοδόσιος τὴν Νεστορίου αἵρεσιν ἀπελαύνει. ιγ Περὶ τοῦ ἁγίου Συμεὼν τοῦ Στυλίτου. ιδ Περὶ τοῦ πολλάκις φαινομένου ἀστέρος ἐν τῇ περὶ τὸν κίονα στοᾷ τοῦ ὁσίου Συμεών, ὃν ἑωράκει ὁ συγγραφεὺς καὶ ἄλλοι, καὶ αὐτῆς τῆς κεφαλῆς τοῦ ἁγίου. ιε Περὶ τοῦ ἁγίου Ἰσιδώρου τοῦ Πηλουσιώτου, καὶ Συνεσίου τοῦ Κυρήνης ἐπισκόπου. ις Ὅπως ὁ θεοφόρος Ἰγνάτιος ἐκ Ῥώμης ἀνακομισθεὶς παρὰ Θεοδοσίου ἐν Ἀντιοχείᾳ κατετέθη. ιζ Περὶ Ἀττίλα τοῦ Σκυθῶν βασιλέως, καὶ ὅπως τὰ ἑῷα καὶ ἑσπέρια κατέστρεψε· καὶ περὶ τοῦ γενομένου ξένου σεισμοῦ καὶ τῶν ἄλλων ἐν κόσμῳ φοβερῶν σημείων. ιη Περὶ τῶν οἰκοδομιῶν τῶν ἐν Ἀντιοχείᾳ, καὶ τίνες οἱ ἐργασάμενοι ταύτας. ιθ Περὶ πολέμων διαφόρων Ἰταλικῶν καὶ Περσικῶν οἳ ἐπὶΘεοδοσίου γεγόνασι. κ Περὶ τῆς βασιλίσσης Εὐδοκίας καὶ Εὐδοξίας τῆς θυγατρός, καὶ ὅπως εἰς Ἀντιόχειαν καὶ Ἱεροσόλυμα ἀφίκετο. κα Ὅτι καλῶς τὰ περὶ τὰ Ἱεροσόλυμα ἡ Εὐδοκία διέθηκε· καὶ περὶ διαφόρου βιοτῆς καὶ διαίτης τῶν ἐν Παλαιστίνῃ μοναχῶν. κβ Ὅσα ἐδείματο ἡ βασιλὶς Εὐδοκία κατὰ Παλαιστίνην, καὶ περὶ τοῦ ναοῦ τοῦ πρωτομάρτυρος Στεφάνου, ἔνθα καὶ ὁσίως ἐτάφη. Ἔτι δὲ καὶ περὶ τῆς τελευτῆς τοῦ βασιλέως Θεοδοσίου.