Ancient Greek · ~3 min
Book 1
Evagrius, Scholasticus, Historia Ecclesiastica 1.22
Not analysed yet
Πολλοῖς τοίνυν τοιούτοις ἐντυχοῦσα ἡ Θεοδοσίου σύμβιος, καὶ πολλά, ὥς μοι λέλεκται, τοιαῦτα φροντιστήρια δειμαμένη, καὶ μὴν καὶ τὰ τείχη πρὸς τὸ κρεῖττον Ἱεροσολύμων ἀνανεωσαμένη, καὶ τέμενος μέγιστον ἀνίστη, ἐξοχῇ τε καὶ κάλλει προὖχον, τοῦ πρώτου διακόνων τε καὶ μαρτύρων Στεφάνου, οὔτι στάδιον Ἱεροσολύμων διεστώς· ἐν ᾧ καὶ τίθεται πρὸς τὸν ἀγήρω μεταχωρήσασα βίον. Ἀμείψαντος δὲ μετὰ ταῦτα, ἢ καὶ ὥς τισι δοκεῖ πρὸ τῆς Εὐδοκίας, καὶ Θεοδοσίου, τὴν βασιλείαν ὀκτὼ καὶ τριάκοντα ἔτεσι τούτῳ διακονησαμένης, Μαρκιανὸς ὁ πανάριστος τὴν Ῥωμαίων ἀρχὴν περιβάλλεται. Ἃ δ’ οὖν καὶ ὑπ’ αὐτῷ πέπρακται τῶν ἑῴων ἡγεμονεύοντι, ἡ ἑξῆς εὖ μάλα σαφῶς ἱστορία παραστήσει, τῆς ἄνωθεν ῥοπῆς τὴν οἰκείαν χορηγούσης εὐμένειαν. Τέλος τοῦ α τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.