Ancient Greek · ~6 min
Book 2
Evagrius, Scholasticus, Historia Ecclesiastica 2.Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τόμῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου Σχολαστικοῦ·
Not analysed yet
α Περὶ Μαρκιανοῦ βασιλέως, καὶ οἷα σύμβολα προηγήσαντο τὴν βασιλείαν αὐτῷ μηνύοντα. β Περὶ τῆς ἐν Καλχηδόνι συνόδου, καὶ πόθεν τὴν αἰτίαν τῆς συνελεύσεως ἔσχεν. γ Ἔκφρασις τοῦ εὐκτηρίου οἴκου τῆς μάρτυρος Εὐφημίας τῆς ἐν Καλχηδόνι, καὶ διήγησις τῶν γινομένων ἐν αὐτῷ θαυμάτων. δ Περὶ τῶν ἐν τῇ συνόδῳ κινηθέντων καὶ τυπωθέντων, καὶ ὡς Διόσκορος ὁ Ἀλεξανδρείας καθῃρέθη, Θεοδώρητος δὲ καὶ Ἴβας καί τινες ἕτεροι ἀνεκλήθησαν. ε Περὶ τῆς γενομένης στάσεως ἐν Ἀλεξανδρείᾳ, χάριν τῆς χειροτονίας Προτερίου, ὁμοίως καὶ ἐν Ἱεροσολύμοις. ς Περὶ τῆς γενομένης ἀνομβρίας, λιμοῦ τε καὶ λοιμοῦ· ὅπως τε παραδόξως ἔν τισι χώραις αὐτομάτη ἡ γῆ τοὺς καρποὺς ἐβλάστησεν. ζ Περὶ τῆς ἀναιρέσεως Οὐαλεντινιανοῦ καὶ ἁλώσεως Ῥώμης· καὶ περὶ ἑτέρων βασιλευσάντων αὐτῆς. η Περὶ τοῦ θανάτου Μαρκιανοῦ καὶ τῆς βασιλείας Λέοντος· καὶ ὡς οἱ τῶν Ἀλεξανδρέων αἱρεσιῶται τὸν Προτέριον ἀποσφάττουσι,Τιμοθέῳ δὲ τῷ Αἰλούρῳ τὴν ἀρχιερωσύνην παραδιδόασιν. θ Περὶ τῶν ἐγκυκλίων Λέοντος βασιλέως. ι Περὶ ὧν οἱ ἐπίσκοποι καὶ Συμεὼν ὁ κιονίτης ἀντέγραψεν. ια Περὶ τῆς ἐξορίας Τιμοθέου τοῦ Αἰλούρου καὶ τῆς χειροτονίας Τιμοθέου τοῦ Σαλοφακιάλου, καὶ περὶ Γενναδίου καὶ Ἀκακίου τῶν Κωνσταντινουπολιτῶν. ιβ Περὶ τοῦ γεγονότος ἐν Ἀντιοχείᾳ σεισμοῦ μετὰ ἔτη τριακόσια τεσσαράκοντα καὶ ἑπτὰ τοῦ κατὰ Τραϊανόν. ιγ Περὶ τοῦ ἐμπρησμοῦ τοῦ ἐν Κωνσταντινουπόλει. ιδ Περὶ καθολικῶν παθημάτων. ιε Περὶ τοῦ γάμου Ζήνωνος καὶ Ἀρεάδνης. ις Περὶ Ἀνθεμίου βασιλέως Ῥώμης, καὶ τῶν ἐξ αὐτοῦ βασιλέων. ιζ Περὶ τῆς τελευτῆς Λέοντος, καὶ βασιλείας τοῦ μικροῦ Λέοντος, καὶ αὖθις Ζήνωνος τοῦ πατρὸς αὐτοῦ. ιη Ἐπιτομὴ τῶν κινηθέντων ἐν τῇ εἰς Καλχηδόνα συνόδῳ, ἐν τῷ τέλει τοῦ δευτέρου τόμου τεθειμένη.