Ancient Greek · ~9 min
Book 2
Evagrius, Scholasticus, Historia Ecclesiastica 2.10
Not analysed yet
Τοιγαροῦν πρῶτος ὁ τῆς πρεσβυτέρας Ῥώμης ἐπίσκοπος Λέων ὑπέρ τε τῆς ἐν Καλχηδόνι συνόδου γέγραφε, τήν τε Τιμοθέου χειροτονίαν ἀπεδοκίμασεν ὡς ἀθέσμως γεγενημένην· ἥντινα τοῦ Λέοντος ἐπιστολὴν Λέων αὐτοκράτωρ Τιμοθέῳ διαπέμπεται τῷ τῆς Ἀλεξανδρέων προέδρῳ, Διομήδους σιλεντιαρίου τοῖς βασιλικοῖς κελεύσμασι διακονησαμένου. Πρὸς ὃν καὶ ἀντέγραψε Τιμόθεος μεμφόμενος τὴν ἐν Καλχηδόνι σύνοδον καὶ τὴν Λέοντος ἐπιστολήν. Ὧν τὰ ἀντίγραφα μὲν σώζεται ἐν τοῖς καλουμένοις ἐγκυκλίοις, ἐμοὶ δὲ παρεῖται ἵνα μὴ πλῆθος ἐπεισαγάγω τῷ παρόντι πόνῳ. Καὶ οἱ τῶν ἄλλων δὲ πόλεων ἐπίσκοποι τοῖς ἐν Καλχηδόνι τυπωθεῖσιν ἐνέμειναν, καὶ τὴν Τιμοθέου χειροτονίαν ἁπάσαις κατέκριναν ψήφοις· Ἀμφιλόχιος δὲ μόνος ὁ Σίδης ἐπιστολὴν γέγραφε πρὸς τὸν βασιλέα, καταβοῶσαν μὲν τῆς Τιμοθέου χειροτονίας, οὐκ ἀποδεχομένην δὲ τὴν ἐν Καλχηδόνι σύνοδον. Ἅπερ καὶ ταῦτα Ζαχαρίᾳ τῷ ῥήτορι πεπόνηται, τῷ καὶ τὴν ἐπιστολὴν αὐτὴν Ἀμφιλοχίου ἐντεταχότι ἐν τῷ αὐτοῦ συντάγματι. Γράφει δὲ καὶ Συμεώνης ὁ τῆς ὁσίας λήξεως περὶ τούτων ἐπιστολὰς δύο πρός τε Λέοντα τὸν αὐτοκράτορα, πρός τε Βασίλειον ἐπισκοποῦντα τὴν Ἀντιόχου· ὧν τὴν πρὸς Βασίλειον βραχυλογοῦσαν ἐντίθημι τῇδε μου τῇ συγγραφῇ, ὧδέ πως ἔχουσαν· Τῷ δεσπότῃ μου τῷ ὁσιωτάτῳ καὶ ἁγιωτάτῳ φιλοθέῳ Βασιλείῳ ἀρχιεπισκόπῳ, ὁ ἁμαρτωλὸς καὶ ταπεινὸς Συμεώνης ἐν Κυρίῳ χαίρειν. Νῦν εὔκαιρον εἰπεῖν, δέσποτα· Εὐλογητὸς ὁ θεός, ὃς οὐκ ἀπέστησε τὴν προσευχὴν ἡμῶν καὶ τὸ ἔλεος αὐτοῦ ἀφ’ ἡμῶν τῶν ἁμαρτωλῶν. Δεξάμενος γὰρ τὰ γράμματα τῆς ὑμετέρας ὁσιότητος ἐθαύμασα τὸν ζῆλον καὶ τὴν εὐσέβειαν τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως, τὴν πρὸς τοὺς ἁγίους πατέρας καὶ τὴν τούτων βεβαίαν πίστιν, ἣν ἐπέδειξε καὶ ἐπιδείκνυται· καὶ τοῦτο οὐκ ἐξ ἡμῶν τὸ δῶρον, καθὼς καὶ ὁ ἅγιος ἀπόστολος λέγει, ἀλλ’ ἐκ θεοῦ τοῦ ταύτην αὐτῷ δεδωκότος τὴν προθυμίαν διὰ τῶν ὑμετέρων εὐχῶν. Καὶ μετ’ ὀλίγα· Διὸ κἀγὼ ὁ ταπεινὸς καὶ εὐτελής, τὸ ἔκτρωμα τῶν μοναχῶν, ἐγνώρισα τῇ αὐτοῦ βασιλείᾳ τὴν ἐμὴν πρόθεσιν τὴν περὶ τὴν πίστιν τῶν ἁγίων πατέρων τῶν ἐν Καλχηδόνι συνεληλυθότων ἑξακοσίων τριάκοντα, ἐμμένων καὶ ὑποστηριζόμενος ὑπ’ αὐτῆς τῆς ὑπὸ τοῦ ἁγίου πνεύματος φανερωθείσης. Εἰ γὰρ μεταξὺ δύο ἢ τριῶν συνεληλυθότων διὰ τὸ ὄνομα αὐτοῦ πάρεστιν ὁ σωτήρ, πῶς μεταξὺ τοσούτων καὶ τηλικούτων ἁγίων πατέρων ἐνεχώρει εἰ μὴ παρείη τὸ ἅγιον πνεῦμα; Καὶ μεθ’ ἕτερα· Διὸ ἴσχυε καὶ ἀνδρίζου ὑπὸ τῆς ἀληθοῦς εὐσεβείας, καθάπερ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ὁ δοῦλος Κυρίου ὑπὲρ τοῦ λαοῦ. Πάντα τὸν ὑπὸ τὴν σὴν ὁσιότητα εὐλαβῆ κλῆρον καὶ τὸν εὐλογημένον καὶ πιστότατον λαὸν ἐξ ἐμοῦ προσειπεῖν παρακλήθητι.