Ancient Greek · ~1 min
Book 2
Evagrius, Scholasticus, Historia Ecclesiastica 2.11
Not analysed yet
Ἐπὶ τούτοις Τιμόθεος ἐξορίαν κατακρίνεται, κελευσθεὶς καὶ αὐτὸς τὴν Γαγγρηνῶν οἰκεῖν. Οἱ δὲ οὖν τῆς Ἀλεξανδρέων διάδοχον Προτερίου Τιμόθεον ἐπίσκοπον ἕτερον προχειρίζονται· ὃν οἱ μὲν ἐκάλουν Βασιλικόν, οἱ δὲ Σαλοφακίαλον. Ἀνατολίου δὲ τελευτήσαντος, τὸν θρόνον τῆς βασιλευούσης διαδέχεται Γεννάδιος, καὶ μετ’ αὐτὸν Ἀκάκιος, ὃς τοῦ καταγωγίου τῶν ὀρφανῶν προειστήκει κατὰ τὴν βασιλεύουσαν πόλιν.