Ancient Greek · ~1 min
Book 3
Evagrius, Scholasticus, Historia Ecclesiastica 3.10
Not analysed yet
Μετὰ γοῦν Πέτρον Στέφανος τὸν Ἀντιοχείας θρόνον παραλαμβάνει· ὃν παῖδες Ἀντιοχέων καλάμοις διεχειρίσαντο ἴσα δόρασιν ὀξυνθεῖσιν, ὡς Ἰωάννῃ τῷ ῥήτορι γέγραπται. Μετὰ Στέφανον δὲ Καλανδίων τοὺς τῆς αὐτῆς καθέδρας οἴακας ἐπιτρέπεται· ὃς τοὺς προσιόντας παρεσκεύαζε τὸν Τιμόθεον ἀναθεματίζειν σὺν καὶ τοῖς ἐγκυκλίοις Βασιλίσκου.