Ancient Greek
Book 3
Evagrius, Scholasticus, Historia Ecclesiastica 3.11
Not analysed yet
Ὁ δέ γε Ζήνων ἐβουλήθη μὲν τὸν Τιμόθεον ἀπελάσαι τῆς Ἀλεξανδρέων· πρός τινων δὲ μαθὼν ἤδη πρεσβύτην εἶναι καὶ ὅσον οὔπω τὸ πάντων ὑπελθεῖν καταγώγιον, τὸ βούλευμα διεκώλυσε. Καὶ δὴ μετ’ οὐ πολὺ τὸ κοινὸν ἀπέτισεν χρέος· καὶ Πέτρον αὐθεντίᾳ προχειρίζονται σφῶν οἱ τῆς Ἀλεξανδρέων ἐπίσκοπον, τὸν ἐπίκλην Μογγόν. Ὅπερ εἰς Ζήνωνα διαβὰν ἐξετάραξε· καὶ τῷ μὲν ὁ Ζήνων θανάτου ζημίαν προσετίμησε, Τιμόθεον δὲ τὸν μετὰ Προτέριον ἀνακαλεῖται ἐν τῷ Κανόβῳ διά τινα στάσιν τοῦ δήμου διάγοντα· καὶ ὁ μὲν Τιμόθεος τοῖς τοῦ βασιλέως κελεύσμασι τὸν οἰκεῖον κατειλήφει θρόνον.