Ancient Greek · ~4 min
Book 3
Evagrius, Scholasticus, Historia Ecclesiastica 3.22
Not analysed yet
Ἀκμάζοντος τοίνυν τοῦ σχίσματος ἐν Ἀλεξανδρείᾳ, Πέτρος ἐνίους τῶν ἐπισκόπων καὶ ἀρχιμανδριτῶν κοινωνεῖν αὐτῷ πεποίηκε, τὸν Λέοντος αὖθις ἀναθεματίσας τόμον καὶ τὰ ἐν Καλχηδόνι πεπραγμένα καὶ τοὺς μὴ δεχομένους τὰ συγγράμματα Διοσκόρου καὶ Τιμοθέου. Καὶ ὡς τοὺς ἄλλους πείθειν οὐκ ἴσχυε, τοὺς πλείστους ἐκ τῶν οἰκείων ἀπήλαυνε μοναστηρίων· ἐφ’ οἷς Νηφάλιος ἀνὰ τὴν βασιλέως γενόμενος τὰ περὶ τούτων ἀνήγγειλε τῷ Ζήνωνι. Ὃς συνταραχθεὶς Κοσμᾶν ἐκπέμπει ἕνα τῶν ὑπασπιζόντων αὐτῷ μυρίας κατὰ Πέτρου τῆς ἑνώσεως χάριν ἐπιφερόμενον ἀπειλάς, ὡς δὴ διὰ τῆς οἰκείας τραχύτητος διάστασιν μεγάλην εἰργασμένου. Καὶ μηδενὸς τῶν κατὰ σκοπόν οἱ προχωρήσαντος, ἀνεχώρει πρὸς τὴν βασιλέως ὁ Κοσμᾶς, μόνοις τοῖς ἀπελαθεῖσιν ἀποδοὺς τὰ οἰκεῖα καταγώγια. Καὶ πέμπεται αὖθις πρὸς τοῦ βασιλέως Ἀρσένιος ἡγεμὼν Αἰγύπτου τε καὶ τῶν στρατιωτικῶν ταγμάτων προβεβλημένος· ὃς σὺν Νηφαλίῳ τὴν Ἀλεξάνδρου κατειληφὼς λόγους περὶ τῆς ἑνώσεως ἐκίνει, καὶ μὴ πείσας ἐνίους τούτων ἐκπέμπει ἀνὰ τὴν βασιλίδα πόλιν. Πλεῖστοι μὲν οὖν παρὰ τῷ Ζήνωνι περὶ τῆς ἐν Καλχηδόνι συνόδου κεκίνηντο λόγοι· ἐκβέβηκε δὲ πρὸς ἔργον οὐδέν, παντελῶς οὐ συνθεμένου Ζήνωνος τὴν ἐν Καλχηδόνι σύνοδον ἀναθεματίζειν.