Ancient Greek · ~6 min
Book 3
Evagrius, Scholasticus, Historia Ecclesiastica 3.23
Not analysed yet
Ἐν τοσούτῳ δὲ Ἀκακίου τοῦ Κωνσταντινουπόλεως τὴν κοινὴν στειλαμένου πορείαν, Φραυίτας τὴν ἐπισκοπὴν διαδέχεται. Καὶ συνοδικοῖς χρησαμένου τοῦ Φραυίτου πρὸς τὸν Ἀλεξανδρείας Πέτρον, ἀμοιβαίοις ὁ Πέτρος ἐχρήσατο γράμμασι, τὰ αὐτὰ περὶ τῶν ἐν Καλχηδόνι πεπραγμένων διεξελθών. Ἐπειδὴ δὲ καὶ Φραυίτας τῶν ἐντεῦθεν ἐξεδήμησε τέσσαρας καὶ μόνους ἐπισκοπήσας μῆνας, Εὐφήμιος μετ’ αὐτὸν ἐπίσκοπος κεχειροτόνητο. Οὗτος τὰς συνοδικὰς ἐπιστολὰς δέχεται Πέτρου τὰς πρὸς Φραυίταν γεγενημένας. Καὶ εὑρηκὼς τὸ κατὰ τῶν ἐν Καλχηδόνι γεγενημένον ἀνάθεμα λίαν ἐταράττετο, καὶ ἑαυτὸν τῆς πρὸς Πέτρον κοινωνίας ἀπέρρηξε. Καὶ φέρεται τούτων ἐκατέρα ἐπιστολή, ἥ τε παρὰ Φραυίτου, ἥ τε παρὰ Πέτρου πρὸς Φραυίταν, ἃς διὰ τὸ μακρὸν τῆς λέξεως παρίημι. Μελλόντων τοιγαροῦν αὐτῶν πρὸς ἀλλήλους ἀντιφέρεσθαι καὶ συνόδους ἐφ’ ἑαυτοὺς καλεῖν, φθάνει τελευτήσας ὁ Πέτρος, καὶ διαδέχεται τούτου τὸν θρόνον Ἀθανάσιος· ὃς ἐπειράθη τοὺς διαστάντας συνάψαι, οὐκ ἴσχυσε δὲ πρὸς διαφόρους γνώμας τῶν μερῶν ἀποκριθέντων. Ὅστις Ἀθανάσιος μετὰ ταῦτα συνοδικὰς ἐπιστολὰς διαπεμπόμενος Παλλαδίῳ τῷ μετὰ Πέτρον ἐπισκοπήσαντι τὴν Ἀντιόχου, τὰ παραπλήσια πέπραχε περὶ τῆς ἐν Καλχηδόνι συνόδου. Ταὐτὸ δὲ τοῦτο καὶ Ἰωάννης ὁ μετὰ Ἀθανάσιον τὸν ἐν Ἀλεξανδρείᾳ θρόνον διαδεξάμενος. Καὶ Παλλαδίου τελευτήσαντος τοῦ ἐν Ἀντιοχείᾳ προέδρου, καὶ Φλαβιανοῦ τὸν ἐκείνου θρόνον διαδεξαμένου, πέμπεται πρὸς αὐτοῦ κατὰ τὴν Ἀλεξάνδρειαν Σολομὼν Ἀντιοχείας πρεσβύτερος, συνοδικά τε κομίζων καὶ ἀμοιβαίους συλλαβὰς ζητῶν Ἰωάννου πρὸς Φλαβιανόν. Καὶ μετὰ Ἰωάννην δὲ ἕτερος Ἰωάννης τὸν Ἀλεξανδρείας διαδέχεται θρόνον. Καὶ ταῦτα μὲν οὕτω προὐκεχωρήκει μέχρι τινῶν τῶν Ἀναστασίου χρόνων. Εὐφήμιον γὰρ αὐτὸς ἐκβεβλήκει· ἅπερ ἠνάγκασμαι καθ’ εἱρμὸν συνάψαι σαφηνείας τε καὶ εὐμαθείας ἕνεκα.