Ancient Greek · ~5 min
Book 3
Evagrius, Scholasticus, Historia Ecclesiastica 3.27
Not analysed yet
Ὁ αὐτὸς γράφει τὸν Ζήνωνα καὶ Βερίνῃ τῇ πενθερᾷ μυρίας ἐπιβουλὰς ῥάψαι, μετὰ δὲ ταῦτα καὶ πρὸς τὴν Κιλίκων ἐκπέμψαι χώραν, ὕστερον δὲ μεταβῆναι ταύτην πρὸς τὸ Παπιρίου λεγόμενον φρούριον, Ἰλλοῦ τυραννήσαντος, αὐτόθι τε τὸν βίον ἐκλιπεῖν. Καὶ τὰ κατὰ Ἰλλοῦν δὲ γράφει μάλα λογίως ὁ Εὐστάθιος, ὅπως πρὸς τοῦ Ζήνωνος ἐπιβουλευθεὶς διέφυγε, καὶ ὅπως ὁ Ζήνων τὸν ἀποσφάξαι τοῦτον προσταχθέντα εἰς θάνατον ἐκδέδωκε, μισθὸν τῆς ἀποτυχίας τὴν τῆς κεφαλῆς ἐκτομὴν αὐτῷ παρασχών· ὃν καὶ στρατηγὸν ὁ Ζήνων τῶν ἑῴων ἀποδείκνυσι δυνάμεων, τὸ λαθεῖν πραγματευόμενος· ὁ δὲ Λεόντιον προσεταιρισάμενος Μάρσον τε αὖ ἄνδρα δόκιμον καὶ Παμπρέπιον ἀνὰ τὰ τῆς ἑῴας γέγονε μέρη. Εἶτα τὴν Λεοντίου ἀνάρρησιν τὴν ἐς Ταρσὸν τῆς Κιλικίας γενομένην, ὅπως τε καὶ οὗτοι τῆς τυραννίδος ἀπώναντο, Θευδερίχου κατ’ αὐτῶν ἐκπεμφθέντος, ἀνδρὸς Γότθου τὸ γένος ὑπάρχοντος παρὰ Ῥωμαίοις τε αὖ ἐπισήμου, μετὰ ἡμεδαπῆς τε καὶ ἀλλοδαπῆς δυνάμεως, ἀναγράφει μάλα σοφῶς ὁ αὐτὸς Εὐστάθιος, καὶ τοὺς δειλαίως ἀνῃρημένους πρὸς Ζήνωνος ἀντὶ τῆς ἐς αὐτὸν εὐνοίας· καὶ ὅτι γε ὁ Θευδέριχος τῆς ἐπιβουλῆς Ζήνωνος αἰσθανόμενος ἐπὶ τὴν πρεσβυτέραν Ῥώμην ἀναχωρεῖ, τινὲς δέ φασιν ὡς καὶ ὑποθήκῃ Ζήνωνος. Καὶ Ὀδόακρον μάχῃ κρατήσας ὑφ’ ἑαυτὸν τὴν Ῥώμην ποιεῖται, ῥῆγα προσονομάσας ἑαυτόν.