Ancient Greek · ~4 min
Book 3
Evagrius, Scholasticus, Historia Ecclesiastica 3.28
Not analysed yet
Ὑπὸ τοῖς χρόνοις Ζήνωνος ἱστορεῖ Ἰωάννης ὁ ῥήτωρ Μαμιανὸν ἐξ ἐπιδιφρίων ἐπίσημον ἄνδρα γενέσθαι καὶ τῆς συγκλήτου βουλῆς μετασχεῖν, καὶ ἐν Δάφνῃ τῷ προαστείῳ τὸν καλούμενον Ἀντίφορον οἰκοδομήσασθαι, πρώην ἀμπέλους δεδεγμένον καὶ πρὸς γεωργίαν ἐπιτήδειον χωρίον καθεστῶτα εὐθὺ τοῦ δημοσίου βαλανείου· οὖ Μαμιανὸς ὁ φιλόπολις ἡ χαλκῆ ἀνάκειται εἰκών. Ἀνὰ δὲ τὴν πόλιν πόλιν δύο βασιλείους ἐργάσασθαι στοάς, τῇ τε οἰκοδομίᾳ λίαν εὐπρεπεῖς καὶ ταῖς ἐκ λίθων περιφανείαις τε καὶ διαυγείαις κεκοσμημένας· ὥσπερ δέ τι μεθόριον μέσον τῶν δύο βασιλείων στοῶν, τετράπυλον ἀναστῆσαι κίοσί τε καὶ τῇ ἐκ χαλκοῦ ὕλῃ μάλα κομψῶς ἠσκημένον. Καὶ τὰς μὲν βασιλείους κατειλήφαμεν στοὰς μετὰ τῆς προσηγορίας ἔτι λείψανα τῆς πρώην εὐκοσμίας φερούσας, τῶν ἐκ Προκονήσου λίθων τῷ ἐδάφει συγκειμένων, οὐ μὴν τὴν οἰκοδομίαν ἔχουσάν τι τῶν ἐπισήμων· ἐκ τῶν γεγενημένων γὰρ παθημάτων ἔναγχος τὴν οἰκοδομίαν ἐδέξαντο, οὐδενὸς εἰς κόσμον ταύταις προστεθέντος. Τοῦ δὲ τετραπύλου τοῦ ὑπὸ Μαμιανοῦ γεγενημένου οὐδὲ ψιλὸν ἴχνος κατειλήφαμεν.