Ancient Greek · ~1 min
Book 3
Evagrius, Scholasticus, Historia Ecclesiastica 3.36
Not analysed yet
Ἐπεκώμασαν οὐκ ἐς τὸ συνοῖσον σφίσι κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας καὶ οἱ Σκηνῆται βάρβαροι, τά τε τῆς μέσης τῶν ποταμῶν τά τε τῆς Φοινίκης ἑκατέρας καὶ τὰ Παλαιστινῶν ληϊσάμενοι πράγματα. Οἵπερ κακῶς παρὰ τῶν ἑκασταχοῦ στρατηγούντων παθόντες, ὕστερον τὴν ἡσυχίαν ἤγαγον πρὸς Ῥωμαίους πασσυδὶ σπεισάμενοι.