Ancient Greek · ~4 min
Book 3
Evagrius, Scholasticus, Historia Ecclesiastica 3.37
Not analysed yet
Ἀλλὰ καὶ Πέρσαι παρασπονδήσαντες ὑπὸ Καβάδῃ τῷ βασιλεῖ, καὶ τὰ οἰκεῖα καταλελοιπότες ἤθη, πρῶτα μὲν Ἀρμενίαις ἐπεστράτευσαν, καὶ πολίχνιον ἐπίκλην Θεοδοσιούπολιν ἑλόντες, ἐς Ἄμιδαν πόλιν ὀχυρὰν τῆς μέσης τῶν ποταμῶν ἀφικνοῦνται, καὶ ταύτην ἐκπολιορκήσαντες εἷλον. Ἣν αὖθις ὁ Ῥωμαίων βασιλεὺς πολλοῖς ἀνενεώσατο πόνοις. Εἴ τῳ δὲ φίλον λεπτῶς τὰ περὶ τούτων εἰδέναι καὶ τῇ ἀκριβείᾳ πάντων ἐπεξελθεῖν, Εὐσταθίῳ εὖ μάλα σοφῶς μετὰ πολλοῦ τοῦ πόνου καὶ τῆς ἐς ἄγαν κομψείας ἱστόρηταί τε καὶ συγγέγραπται· ὃς μέχρι τῆς γραφῆς ταύτης ἱστορήσας τοῖς ἀπελθοῦσι συναριθμεῖται, δωδέκατον ἔτος τῆς Ἀναστασίου καταλελοιπὼς βασιλείας. Μετὰ γοῦν τὸν πόλεμον τοῦτον ὁ Ἀναστάσιος Δάρας χωρίον τῆς μέσης τῶν ποταμῶν πρὸς ταῖς ἐσχατιαῖς τῆς Ῥωμαίων ἐπικρατείας κείμενον καὶ μεθόριον ὥσπερ ἑκατέρας πολιτείας καθεστώς, ἐξ ἀγροῦ πόλιν εἶναι ποιεῖ, καρτερῷ τε τειχίσας περιβόλῳ, οἰκοδομίας τε διαφόρους ἐκπρεπεῖς περιθεὶς ἐκκλησιῶν τε καὶ μὴν καὶ ἑτέρων εὐαγῶν οἴκων βασιλείων τε στοῶν καὶ δημοσίων βαλανείων καὶ ἄλλων αἷς αἱ ἐπίσημοι τῶν πόλεων ἐγκαλλωπίζονται. Λέγεται δὲ πρός τινων Δάρας τὸ χωρίον προσηγορίαν λαχεῖν, διότι Δαρεῖον αὐτόθι κατηγωνίσατο παντάπασιν Ἀλέξανδρος ὁ Μακεδὼν ὁ Φιλίππου.