Ancient Greek · ~2 min
Book 3
Evagrius, Scholasticus, Historia Ecclesiastica 3.38
Not analysed yet
Μέγιστον δέ τι τῷ αὐτῷ βασιλεῖ κατείργασται καὶ μνήμης ἄξιον, [καὶ] τὸ μακρὸν καλούμενον τεῖχος,καλῶς τῆς Θρᾴκης κείμενον· ὅπερ διΐσταται μὲν τῆς Κωνσταντινουπόλεως σταδίοις ὀγδοήκοντα μάλιστα καὶ διακοσίοις, ἑκατέραν δὲ θάλατταν περιλαμβάνει ἐπὶ σταδίους εἴκοσι καὶ τετρακοσίους, δίκην πορθμοῦ τινος· τήν τε πόλιν μικροῦ νῆσον ἀντὶ χερρονήσου ποιῆσαν, τούς τε βουλομένους διαπορθμεῦον ἀσφαλέστατα ἀπὸ τοῦ καλουμένου Πόντου ἐς τὴν Προποντίδα καὶ τὴν Θρᾴκιον θάλατταν, εἶργον τούς τε ἐκθέοντας βαρβάρους ἔκ τε τοῦ καλουμένου Εὐξείνου Πόντου Κόλχων τε καὶ τῆς Μαιώτιδος λίμνης καὶ τῶν ὑπὲρ τὸν Καύκασον καὶ τοὺς κατὰ τὴν Εὐρώπην ἐκκεχυμένους.