Ancient Greek
Book 3
Evagrius, Scholasticus, Historia Ecclesiastica 3.44
Not analysed yet
Καὶ ἀνὰ δὲ τὸ Βυζάντιον προσθήκην τοῦ βασιλέως ἐν τῷ Τρισαγίῳ βουληθέντος ποιήσασθαι τὸ Ὁ σταυρωθεὶς δι’ ἡμᾶς, μεγίστη στάσις γέγονεν, ὡς ἐς τὰ μάλιστα τῆς Χριστιανῶν θρησκείας ἀθετουμένης. Ἧς ἀρχηγὸν καὶ προστάτην γενέσθαι τὸν Μακεδόνιον καὶ τὸν ὑπ’ αὐτὸν κλῆρον Σευῆρός φησι πρὸς Σωτήριχον γράφων, οὔπω μὲν ἱερατικοῦ τετυχηκὼς θρόνου, ἐπὶ δὲ τῆς βασιλέως διαιτώμενος, ὅτε τοῦ κατ’ αὐτόν, ὥς μοι λέλεκται, σὺν ἑτέροις ἀπηλάθη μοναστηρίου· πρὸς τοῖς λεχθεῖσι, καὶ ἐκ τούτων οἶμαι τῶν διαβολῶν τὸν Μακεδόνιον ἐκβεβλῆσθαι. Ἐντεῦθεν ἀκάθεκτα τοῦ δήμου φερομένου, οἵ τε ἐν ἀξιώσει τελοῦντες περὶ τῶν ἐσχάτων κεκινδυνεύκασι καὶ πολλοὶ τῶν ἐπισήμων ἐφλέχθησαν τόποι· καί τινα δὲ χωρίτην μοναδικὸν μετιόντα βίον εὑρὼν ὁ λεὼς ἀνὰ τοὺς οἴκους Μαρίνου τοῦ Σύρου, τὴν κεφαλὴν ἀπέτεμε λέγων ὑποθήκαις τούτου τὴν ῥῆσιν προστεθῆναι· καὶ κοντῷ περιαρτήσας ἀνέκραγεν ἐπιτωθάζων ὡς αὐτὸς ἄρα τῆς τριάδος ἐπίβουλος εἴη. Καὶ οὕτως τὰ τῆς στάσεως ἤρθη πάντα ληϊζομένης καὶ πᾶσαν ἰσχὺν ὑπερβάσης, ὡς τὸν βασιλέα πρὸς ἀνάγκης οἰκτιζόμενον στεφάνων ἄνευ πρὸς τὴν ἱπποδρομίαν ἀφικέσθαι, κήρυκάς τε τῷ δήμῳ διαπέμψασθαι βοῶντας ὡς καὶ τὴν βασιλείαν ἑτοιμότατα μὲν ἀποτίθεται, τῶν ἀδυνάτων δὲ καθεστάναι πάντας ἐπὶ ταύτην ἀναβῆναι, ἥκιστα πολλῶν ἀνεχομένην, ἕνα δὲ πάντως τυγχάνειν τὸν μετ’ αὐτὸν ταύτην διακυβερνήσοντα. Ἅπερ θεασάμενος ὁ λεὼς ὥσπερ ἔκ τινος θείας ῥοπῆς μετετίθετο, καὶ παρεκάλει τὸν Ἀναστάσιον τὸν στέφανον περιθέσθαι ὑποσχόμενος τὴν ἡσυχίαν ἄγειν. Οἷς ἐλάχιστον ἐπιβιώσας χρόνον ὁ Ἀναστάσιος ἐπὶ τὴν ἑτέραν μετεχώρησε βιοτήν, ἔτεσιν ἑπτὰ καὶ εἴκοσιν πρὸς τρισὶ μησὶ καὶ ἡμέραις ἴσαις τὴν Ῥωμαίων διϊθύνας βασιλείαν. Τέλος τοῦ γ τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.