Ancient Greek · ~11 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.Τάδε ἔνεστιν ἐν τῷ τετάρτῳ τόμῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου σχολαστικοῦ·
Not analysed yet
α Περὶ τῆς Ἰουστίνου τοῦ πρώτου βασιλείας. β Περὶ Ἀμαντίου τοῦ εὐνούχου καὶ Θεοκρίτου, ὅπως τε τούτους ὁ Ἰουστῖνος ἀνεῖλεν. γ Ὡς καὶ Βιταλιανὸν ἀνεῖλε δόλῳ ὁ Ἰουστῖνος. δ Ὅπως καὶ Σευῆρον ἐξελάσας Παῦλον ἀντεισήγαγε, μετ’ ὀλίγον δὲ καὶ Εὐφράσιος τὸν Ἀντιοχείας θρόνον κατέσχεν. ε Περὶ τῶν γεγονότων ἐμπρησμῶν ἐν Ἀντιοχείᾳ καὶ σεισμῶν, ὅτε καὶ Εὐφράσιος συγχωσθεὶς ἐτελεύτησεν. ς Περὶ Ἐφραιμίου τοῦ μετὰ Εὐφράσιον. ζ Περὶ Ζωσιμᾶ καὶ Ἰωάννου τῶν θαυματουργῶν. η Περὶ καθολικῶν παθημάτων. θ Ὡς Ἰουστῖνος ἔτι ζῶν συμβασιλεύειν αὐτῷ τὸν Ἰουστινιανὸν εἵλετο. ι Ὅτι Ἰουστινιανὸς μὲν τοὺς τὴν Χαλχηδοναίων σύνοδον ἀποδεχομένους ἠγάπα, Θεοδώρα δὲ τοὺς ἐναντίους ἔστεργεν. ια Ὡς Ἄνθιμον τὸν Κωνσταντινουπόλεως ὁ Σευῆρος διέστρεψε καὶ Θεοδόσιον τὸν Ἀλεξανδρείας· οὓς ὁ βασιλεὺς ἐξελάσας ἑτέρους κατέστησεν. ιβ Ἐκ τῆς ἱστορίας Προκοπίου Καισαρέως περὶ Καβάδου τοῦ Περσῶν βασιλέως, καὶ Χοσρόου υἱοῦ αὐτοῦ. ιγ Περὶ Ἀλαμουνδάρου καὶ Ἀζαρέθου, καὶ τῆς ἐν Βυζαντίῳ στάσεως τῆς ἐπίκλην λαβούσης τὸ Νίκα. ιδ Περὶ Ὀνωρίχου τοῦ Βανδίλων ἄρχοντος, καὶ τῶν γλωσσοτομηθέντων Χριστιανῶν παρ’ αὐτοῦ. ιε Περὶ Καβαώνου τοῦ Μαυρουσίου. ις Περὶ τῆς Βελισαρίου κατὰ Βανδίλων ἐκστρατείας, καὶ τῆς τούτων ἐξολοθρεύσεως. ιζ Περὶ τῶν ἀπὸ Ἀφρικῆς ἐλθόντων λαφύρων. ιη Περὶ τῶν ἀπὸ προσώπου Ἰησοῦ υἱοῦ Ναυῆ ἀποφυγόντων Φοινίκων. ιθ Περὶ Θευδερίχου τοῦ Γότθου καὶ τῶν ἐν Ῥώμῃ συμβάντων ὑπ’ αὐτοῦ ἄχρι τῶν χρόνων Ἰουστινιανοῦ, καὶ ὡς πάλιν ἡ Ῥώμη ὑπὸ Ῥωμαίοις γέγονεν, Οὐιττίγιδος φυγόντος ἀπ’ αὐτῆς. κ Ὡς οἱ λεγόμενοι Ἔρουλοι ἐν τοῖς χρόνοις Ἰουστινιανοῦ ἐχριστιάνισαν. κα Ὡς πάλιν ὑπὸ Γότθοις γεγονυῖαν τὴν Ῥώμην αὖθις ὁ Βελισάριος ἀνεσώσατο. κβ Ὡς καὶ Ἀβασγοὶ τηνικαῦτα ἐχριστιάνισαν. κγ Ὡς καὶ οἱ τὸν Τάναϊν οἰκοῦντες τηνικαῦτα ἐχριστιάνισαν· καὶ περὶ σεισμῶν ἐν Ἑλλάδι καὶ Ἀχαίᾳ γεγονότων. κδ Περὶ Ναρσοῦ τοῦ στρατηγοῦ καὶ θεοφιλείας αὐτοῦ. κε Ὡς ὁ Χοσρόης φθόνῳ τακεὶς ἐπὶ ταῖς εὐημερίαις Ἰουστινιανοῦ, κατὰ Ῥωμαίων ἐστράτευσεν, καὶ πλείστας πόλεις καθεῖλε Ῥωμαϊκάς, ἐν αἷς καὶ τὴν μεγάλην Ἀντιόχειαν. κς Περὶ τοῦ γεγονότος θαύματος ἐν Ἀπαμείᾳ τοῦ τιμίου καὶ ζωοποιοῦ ξύλου τοῦ σταυροῦ. κζ Περὶ τῆς εἰς Ἔδεσαν ἐκστρατείας Χοσρόου. κη Περὶ τοῦ γεγονότος ἐν Σεργίου πόλει θαύματος. κθ Περὶ τοῦ λοιμικοῦ πάθους. λ Περὶ τῆς φιλοχρηματίας καὶ ἀπληστίας Ἰουστινιανοῦ. λα Περὶ τοῦ μεγάλου ναοῦ τῆς ἁγίας Σοφίας, καὶ τῶν ἁγίων ἀποστόλων. λβ Περὶ τῆς ἐν τῷ κυανῷ χρώματι τοῦ βασιλέως μανίας μᾶλλον ἢ φιλίας. λγ Περὶ Βαρσανουφίου τοῦ ἀσκητοῦ. λδ Περὶ Συμεὼν μοναχοῦ, τοῦ διὰ Χριστὸν σαλοῦ. λε Περὶ Θωμᾶ μοναχοῦ, καὶ αὐτοῦ ὁμοίως προσποιητοῦ σαλοῦ. λς Περὶ Μηνᾶ τοῦ πατριάρχου, καὶ τοῦ γεγονότος τηνικαῦτα θαύματος εἰς τὸ τοῦ Ἑβραίου παιδίον. λζ Τίνες κατ’ ἐκεῖνο καιροῦ τῶν μεγάλων πόλεων ἦσαν ἐπίσκοποι. λη Περὶ τῆς ἁγίας οἰκουμενικῆς πέμπτης συνόδου, καὶ διὰ ποίαν αἰτίαν συνέστη. λθ Ὡς Ἰουστινιανὸς τῆς ὀρθῆς δόξης παρατραπεὶς ἄφθαρτον τοῦ Κυρίου τὸ σῶμα ἐπρέσβευσεν. μ Περὶ Ἀναστασίου ἐπισκόπου Ἀντιοχείας. μα Περὶ τοῦ θανάτου Ἰουστινιανοῦ.