Ancient Greek · ~4 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.10
Not analysed yet
Ἰουστινιανὸς μὲν οὖν τῶν ἐν Καλχηδόνι συνεληλυθότων καὶ τῶν παρ’ αὐτῶν ἐκτεθειμένων μάλα γεννικῶς ἀντείχετο, Θεοδώρα δὲ ἡ τούτου σύνοικος, τῶν μίαν φύσιν λεγόντων· εἴτε καὶ τῶν ἀληθῶς οὕτως ἐχόντων —ἡνίκα γὰρ ὁ περὶ πίστεως πρόκειται λόγος, πατέρες τε πρὸς παῖδας, παῖδές τε αὖ πρὸς τοὺς φύντας διΐστανται, γυνή τε πρὸς τὸν ἴδιον γαμέτην, ἀνήρ τε αὖ πάλιν πρὸς τὴν ἰδίαν γαμετήν —,εἴτε καὶ κατά τινα συγκείμενοι οἰκονομίαν ἵν’ ὁ μὲν τῶν λεγόντων δύο φύσεις ἐπὶ Χριστοῦ τοῦ θεοῦ ἡμῶν μετὰ τὴν ἕνωσιν ἀντέχηται, ἡ δὲ τῶν πρεσβευόντων μίαν φύσιν. Ὅμως δ’ οὖν ἀλλήλοις οὐκ ἐνεδίδοσαν· ἀλλ’ ὁ μὲν τῶν ἐν Χαλχηδόνι συντεθειμένων μάλα σπουδαίως ἀντελαμβάνετο, ἡ δὲ μετὰ τῶν ἀπ’ ἐναντίας ἰοῦσα τῶν λεγόντων μίαν φύσιν παντοίως προενόει, καὶ τούς γε ἡμεδαποὺς περιέθαλπεν καὶ τοὺς ἀλλοδαποὺς μεγάλοις χρήμασιν ἐδεξιοῦτο. Ἣ καὶ πείθει τὸν Ἰουστινιανὸν μετάπεμπτον Σευῆρον ποιήσασθαι.