Ancient Greek · ~4 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.9
Not analysed yet
Τούτῳ τῷ Ἰουστίνῳ ὄγδοον ἔτος τῆς βασιλείας ἄγοντι ἐννέα τε μῆνας πρός τισιν ἡμέραις, Ἰουστινιανὸς ἀδελφιδοῦς αὐτοῦ συμβασιλεύει, ἀναρρηθεὶς τῇ πρώτῃ τοῦ Ξανθικοῦ ἤγουν Ἀπριλίου μηνός, ἀνὰ τὸ πέμπτον καὶ ἑβδομηκοστὸν καὶ πεντακοσιοστὸν ἔτος τοῦ χρηματισμοῦ τῆς Ἀντιοχείας. Καὶ τούτων ὧδε προελθόντων, Ἰουστῖνος μεθίσταται τῆς ἐντεῦθεν βασιλείας, ὑπελθὼν τὴν τέλειον ἡμέραν ἀνὰ τὴν πρώτην ἡμέραν τοῦ Λώου, τοῦ καὶ Αὐγούστου μηνός, συμβασιλεύσας μὲν Ἰουστινιανῷ μῆνας τέσσαρας, τὰ ὅλα δὲ ἔτη τὴν αὐτοκράτορα διανύσας ἀρχὴν ἐννέα πρός τισιν ἡμέραις. Ἰουστινιανοῦ δὲ μόνου τὴν ὅλην ἀρχὴν τῆς Ῥωμαίων ἐπικρατείας περιθεμένου, ἤδη τε τῆς ἐν Χαλχηδόνι συνόδου κηρυττομένης ἀνὰ τὰς ἁγιωτάτας ἐκκλησίας κελεύσμασιν Ἰουστίνου, καθά μοι διήγηται, ἔτι τὰ τῆς ἐκκλησιαστικῆς καταστάσεως ἔν τισι τῶν ἐπαρχιῶν περιεδονεῖτο, καὶ μάλιστά γε κατὰ τὴν βασιλέως καὶ κατὰ τὴν Ἀλεξάνδρου πόλιν· τῆς μὲν βασιλίδος τὴν ἐπισκοπὴν πρυτανεύοντος Ἀνθίμου, τῆς δὲ Ἀλεξανδρέων ἐκκλησίας ἡγουμένου Θεοδοσίου. Ἄμφω τε γὰρ τὴν μίαν καὶ μόνην ἐδοξαζέτην φύσιν.