Ancient Greek · ~3 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.14
Not analysed yet
Τῷ αὐτῷ τὰ κατὰ Βανδίλους γράφοντι μέγιστα τέθειται καὶ μνήμης ἐς ἀεὶ διασωζομένης ἄξια, ἃ λέξων ἔρχομαι. Ὀνώριχος τὴν βασιλείαν ἐκ Γιζερίχου διαδεξάμενος, τά τε Ἀρείου θρησκεύων, ὠμότατα διετίθετο ἀμφὶ τοὺς ἐν Λιβύῃ Χριστιανοὺς τοὺς τὰ ὀρθὰ πρεσβεύοντας δόγματα, βιαζόμενος εἰς τὴν Ἀρειανῶν μετατίθεσθαι δόξαν· καὶ τούς τε μὴ ὑπείκοντας πυρί τε καὶ μυρίαις θανάτων ἰδέαις ἔφθειρεν, ἐνίους δὲ τὰς γλώσσας ἀφείλετο. Τούτους καὶ τῇ θέᾳ παραλαβεῖν ὁ Προκόπιος ἔφη πρὸς τὴν βασιλέως γενομένους πόλιν αὐτόσε διαδράντας, ἐντυχεῖν τε αὐτοῖς ἴσα τοῖς μηδὲν πεπονθόσι φθεγγομένοις· καὶ τὰς μὲν γλώσσας ἐξ αὐτοῦ τοῦ πυθμένος ἀνακεκάρθαι, τὴν δὲ φωνὴν αὐτοῖς ἔναρθρον εἶναι καὶ εὔσημα διαλέγεσθαι, θαῦμα καινόν τε καὶ παράδοξον· ὧν καὶ Ἰουστίνου διάταξις μνημονεύει. Ἐξ ὧν καὶ δύο παρωλισθησάτην, ὡς ὁ αὐτὸς ἀναγράφει Προκόπιος. Ἐπειδὴ γὰρ γυναιξὶν ὁμιλεῖν ἐβουληθήτην, τὴν φωνὴν ἀφῃρέθησαν, τοῦ μαρτυρίου τῆς χάριτος αὐτοῖν μηκέτι παραμεινάσης.