Ancient Greek
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.15
Not analysed yet
Καὶ ἕτερον δὲ ἀξιάγαστον ἀνάγει τοῦ σωτῆρος θεοῦ θαυματουργήσαντος ἐπ’ ἀνδράσιν ἐκφύλοις μὲν τὴν θρησκείαν, ὅσια δὲ κατ’ ἐκεῖνο δράσασιν. Καβαώνην φησὶ τῶν ἀμφὶ Τρίπολιν Μαυρουσίων ἡγεῖσθαι. Οὗτος, φησίν, ὁ Καβαώνης —ἄξιον γὰρ τοῖς αὐτοῦ χρήσασθαι ῥήμασιν ἀξιολόγως καὶ περὶ τούτων διηγουμένου —ἐπειδὴ ἐπ’ αὐτὸν ἐστρατεῦσθαι Βανδίλους ἐπύθετο, ἐποίει τοιάδε· πρῶτα μὲν τοῖς ὑπηκόοις ἐπήγγελλεν ἀδικίας τε πάσης καὶ βρώσεως ἐς τρυφὴν ἀγούσης καὶ πάντων μάλιστα γυναικῶν ξυνουσίας ἀπέχεσθαι. Χαρακώματά τε δύο πηξάμενος, ἐν θἀτέρῳ μὲν αὐτὸς σὺν πᾶσιν ἐστρατοπεδεύσατο τοῖς ἀνδράσι, ἐν δὲ δὴ τῷ ἑτέρῳ τὰς γυναῖκας καθεῖρξε, θάνατον δὲ τὴν ζημίαν ἠπείλησεν ἔσεσθαι εἴ τις ἐπὶ τὸ τῶν γυναικῶν χαράκωμα ἴοι. Μετὰ δὲ πέμψας ἐς Καρχηδόνα κατασκόπους ἐπέταττεν τάδε· ἐπειδὰν οἱ Βανδίλοι ἐπὶ τὴν στρατείαν βαδίζοντες ἔς τινα νηὸν ὑβρίσωσιν ὃν οἱ Χριστιανοὶ σέβονται, αὐτοὺς μὲν ἐφορᾶν τὰ γινόμενα· ἐὰν δὲ οἱ Βανδίλοι τὸ χωρίον ἀμείψωσι, πάντα ποιεῖν τἀναντία ἐς τὸ ἱερὸν ἐξ οὗ δ’ ἂν ἐκεῖνοι βαδίσαντες οἴχωνται. Ἐπειπεῖν δὲ αὐτὸν καὶ τοῦτό φασι ὡς ἀγνοοῖ μὲν τὸν θεὸν ὃν Χριστιανοὶ σέβονται, εἰκὸς δὲ αὐτόν, φησίν, εἴπερ ἰσχυρός ἐστιν ὡς λέγεται, τίσασθαι μὲν τοὺς ὑβρίζοντας, ἀμῦναι δὲ τοῖς θεραπεύουσιν. Οἱ μὲν οὖν κατάσκοποι εἰς Καρχηδόνα ἐλθόντες ἐσχόλαζον τὴν παρασκευὴν τῶν Βανδίλων θεώμενοι. Ἐπειδὴ δὲ τὸ στράτευμα τὴν ἐπὶ Τρίπολιν ᾔεσαν, σχήματα περιβεβλημένοι ταπεινὰ εἵποντο. Οἱ δὲ Βανδίλοι, ὡς ἡμέρᾳ τῇ πρώτῃ ηὐλίσαντο ἐς τῶν Χριστιανῶν τοὺς νεὼς τούς τε ἵππους τά τε ἄλλα ζῷα ἐπαγαγόντες, ὕβρεώς τε οὐδεμιᾶς ἀπελείποντο καὶ αὐτοὶ ἀκολασίᾳ τῇ σφετέρᾳ ἐχρήσαντο, τούς τε ἱερεῖς οὓς ἂν λάβοιεν ἐρράπιζόν τε καὶ ξαίνοντες κατὰ τοῦ νώτου πολλὰ ὑπηρετεῖν σφίσιν ἐκέλευον. Ἐπειδὴ δὲ τάχιστα ἐνθένδε ἀπηλλάγησαν, ἐποίουν οἱ τοῦ Καβάωνος κατάσκοποι ὅσα αὐτοῖς ἐπετέτακτο· τά τε γὰρ ἱερὰ ἐκάθηραν αὐτίκα, τήν τε κόπρον καὶ εἴ τι ἄλλο οὐχ ὁσίως ἐπέκειτο σὺν ἐπιμελείᾳ πολλῇ ἀφελόμενοι, τά τε λύχνα ἔκαιον ἅπαντα, καὶ τοὺς ἱερέας αἰδοῖ τε πολλῇ προσεκύνησαν καὶ τῇ ἄλλῃ φιλοφροσύνῃ ἠσπάσαντο, ἀργύριά τε τοῖς πτωχοῖς δόντες, οἳ ἀμφὶ τὰ ἱερὰ ταῦτα ἐκάθηντο, οὕτω δὴ τῶν Βανδίλων στρατιᾷ εἵποντο. Καὶ ἀπὸ τούτου κατὰ τὴν ὁδὸν σύμπασαν οἱ Βανδίλοι κατὰ ταὐτὰ ἡμάρτανον καὶ οἱ κατάσκοποι ἐθεράπευον. Ἐπεὶ δὲ ἀγχοῦ ἔσεσθαι ἔμελλον, προτερήσαντες οἱ κατάσκοποι ἀγγέλλουσι τῷ Καβάωνι ὅσα Βανδίλοις τε καὶ σφίσιν ἐς τὰ Χριστιανῶν ἱερὰ εἴργαστο, καὶ ὡς ἐγγύς που οἱ πολέμιοι εἶεν. Ὁ δὲ ἀκούσας εἰς τὴν ξυμβολὴν καθίστατο . . . Οἱ μὲν οὖν πολλοί, ὥς φησι, Βανδίλων διεφθάρησαν, εἰσὶ δὲ οἳ καὶ ὑπὸ τοῖς πολεμίοις ἐγένοντο, ὀλίγοι τε κομιδῆ ἐκ τοῦ στρατοῦ τούτου ἐπ’ οἴκου ἀπεκομίσθησαν. Ταῦτα μὲν Τρασαμούνδῳ παθεῖν ὑπὸ Μαυρουσίων ξυνέπεσε· ἐτελεύτα δὲ χρόνῳ ὕστερον ἑπτά τε καὶ εἴκοσιν ἔτη Βανδίλων ἄρξας.