Ancient Greek
4.20 to 4.21
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.20-21
Not analysed yet
Ὑπὸ τοῖς αὐτοῖς χρόνοις, ὡς ὁ αὐτὸς Προκόπιος ἀναγράφει, Ἔρουλοι ποταμὸν Ἴστρον ἤδη διαβάντες ὅτε τὴν Ῥωμαίων ἀρχὴν Ἀναστάσιος διεκυβέρνα, φιλοφρονηθέντες ὑπὸ Ἰουστινιανοῦ χρήμασι μεγάλοις αὐτοὺς δωρησαμένου, πασσυδὶ Χριστιανοὶ γεγόνασι καὶ τὴν δίαιταν ἐπὶ τὸ ἡμερώτερον μετέβαλον. Εἶτα τὴν ἐπὶ τὸ Βυζάντιον ἐπανάζευξιν Βελισαρίου γράφει, ὅπως τε τὸν Οὐίττιγιν ἀνήγαγε μετὰ τῶν ἐκ Ῥώμης λαφύρων, Τωτίλα τε τῆς Ῥωμαίων ἀρχῆς τὴν παράληψιν, καὶ ὅπως αὖθις ὑπὸ Γότθους ἡ Ῥώμη γέγονε, καὶ ὡς Βελισάριος δὶς τὴν Ἰταλίαν κατειληφὼς αὖθις τὴν Ῥώμην ἀνεσώσατο, ὅπως τε τοῦ Μηδικοῦ πολέμου συστάντος, αὖθις ἐς Βυζάντιον ὁ Βελισάριος μετάπεμπτος ὑπὸ βασιλέως γέγονεν.