Ancient Greek · ~2 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.22
Not analysed yet
Ὁ αὐτὸς ἱστορεῖ Ἀβασγοὺς ἐπὶ τὸ ἡμερώτερον μεταστάντας ὑπὸ τοῖς αὐτοῖς χρόνοις τὰ Χριστιανῶν ἑλέσθαι δόγματα, βασιλέα τε Ἰουστινιανὸν τῶν τινα ἐκ τῆς αὐλῆς εὐνούχων, Ἀβασγὸν δὲ τὸ γένος, Εὐφρατᾶν ὄνομα, πέμψαι παρ’ αὐτοὺς ἀπαγορεύοντα μηδένα τὸ λοιπὸν ἐν τούτῳ τῷ ἔθνει περὶ τὴν ἀρρενωπίαν ἀποψιλοῦσθαι σιδήρῳ βιαζομένης τῆς φύσεως. Ἐξ αὐτῶν γὰρ τὰ πολλὰ οἱ τοῖς βασιλικοῖς ἐξυπηρετούμενοι κοιτῶσι καθεστήκεσαν, οὓς εὐνούχους ἡ συνήθεια καλεῖ. Ὅτε καὶ Ἰουστινιανὸς ἱερὸν τῆς θεοτόκου ἐν Ἀβασγοῖς οἰκοδομησάμενος ἱερέας αὐτοῖς κατεστήσατο. Ὅθεν ἐς τὸ ἀκριβέστατον τὰ Χριστιανῶν ἐξέμαθον δόγματα.