Ancient Greek
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.24
Not analysed yet
Γράφει καὶ τὴν Ναρσοῦ στρατηγίαν σταλέντος πρὸς Ἰουστινιανοῦ πρὸς τὴν Ἰταλῶν χώραν, ὅπως τε τὸν Τωτίλαν κατηγωνίσατο, καὶ μετὰ τοῦτον Τεΐαν, καὶ ὡς Ῥώμη πέμπτον ἑάλω. Φασὶ τοίνυν οἱ συγγενόμενοι τῷ Ναρσῇ, ὡς οὕτως τὸ θεῖον λιταῖς τε καὶ ἄλλαις εὐσεβείαις ἐξωσιοῦτο τὰ εἰκότα γεραίρων καὶ τὴν παρθένον καὶ θεοτόκον, ὡς ἀναφανδὸν αὐτήν οἱ διακελεύεσθαι τὸν καιρὸν ὅτε πολεμεῖν δέοι, καὶ μὴ πρότερον χειρῶν ἄρχειν πρὶν ἂν ἐκεῖθεν τὸ σύνθεμα λάβοι. Πέπρακται δὲ καὶ ἕτερα τῷ Ναρσῇ λόγου πολλοῦ ἄξια, Βουσελίνον καὶ Σινδούαλδον καταπολεμήσαντι, καὶ τὰ πολλὰ προσκτησαμένῳ μέχρις ὠκεανοῦ. Ἅπερ Ἀγαθίᾳ μὲν γέγραπται τῷ ῥήτορι, οὔπω δὲ ἐς ἡμᾶς ἀφῖκται.