Ancient Greek · ~7 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.25
Not analysed yet
Τῷ αὐτῷ Προκοπίῳ καὶ τάδε συνεγράφη· ὅτι γε Χοσρόης, ἐπειδὴ ἔγνω τά τε ἐν Λιβύῃ τά τε ἐν Ἰταλίᾳ συνενεχθέντα δεξιῶς τῇ Ῥωμαίων ἐπικρατείᾳ, πρὸς φθόνον ἐξαίσιον ἤρθη· ἐπεκάλει τέ τινα τῇ Ῥωμαίων ἀρχῇ, παρεσπονδῆσθαι λέγων καὶ τὴν συγκειμένην εἰρήνην λελύσθαι. Καὶ πρῶτα μὲν Ἰουστινιανὸν πρέσβεις διαπέμψασθαι πρὸς Χοσρόην, πείσοντας μὴ τὴν σφίσιν ἀπέραντον εἰρήνην παραλῦσαι μηδὲ λυμήνασθαι τοῖς συγκειμένοις, ζητηθῆναι δὲ τὰ ἀμφίλογα καί τινι φιλίῳ διατεθῆναι τρόπῳ. Τὸν δέ φησιν ἁλύοντα ὑπὸ τοῦ ἔνδοθεν κυκῶντος φθόνου μηδὲν τῶν εὐλόγων προσδέξασθαι, στρατῷ δὲ μεγάλῳ τῇ Ῥωμαίων ἐπελθεῖν γῇ, τρίτον καὶ δέκατον ἔτος [ἄγοντος] Ἰουστινιανοῦ [καὶ] τὴν Ῥωμαίων ἰθύνοντος βασιλείαν. Καὶ συγγράφει ὅπως ὁ Χοσρόης Σοῦρον τὴν πόλιν πρὸς ταῖς ᾐόσι τοῦ Εὐφράτου κειμένην ἐκπολιορκήσας καθεῖλεν, ἕτερα συνθέσθαι δόξας,ἕτερα δὲ πράξας ἐς αὐτούς, τὰ πάντα ἀνοσιώτατα, τοῖς συγκειμένοις οὐδὲν προσεσχηκώς, καὶ δόλῳ μᾶλλον ἢ πολέμῳ τῆς πόλεως ἐγκρατὴς γεγονώς· ὅπως τε καὶ τὴν Βέροιαν ἐνέπρησεν· εἶτα καὶ τὴν ἐς Ἀντιόχειαν ἔφοδον, Ἐφραιμίου μὲν ἐπισκοποῦντος τὴν πόλιν, καταλελοιπότος δὲ αὐτὴν μηδενὸς αὐτῷ τῶν κατὰ σκοπὸν προϊόντος· ὃς τὴν ἐκκλησίαν καὶ τὰ ἀμφ’ αὐτὴν πάντα περισῶσαι λέγεται κατακοσμήσας τοῖς ἱεροῖς ἀναθήμασιν, ἵνα λύτρα ταύτῃ γένηται. Ἀναγράφει δὲ καὶ περιπαθῶς ἐκτίθεται καὶ τῆς Ἀντιόχου πόλεως τὴν ἅλωσιν πρὸς αὐτοῦ Χοσρόου γεγενημένην, καὶ ὡς πάντα ἀπόλλυσι κτείνων τε καὶ ἐμπιπρὰς Χοσρόης· ὅπως τε κατὰ τὴν γείτονα Σελεύκειαν γέγονεν, ἐν Δάφνῃ τε τῷ προαστείῳ, εἶτα καὶ κατὰ τὴν Ἀπαμέων, Θωμᾶ τὸν αὐτόσε τῆς ἐκκλησίας θρόνον διέποντος, ἀνδρὸς λόγῳ τε καὶ ἔργῳ δυνατωτάτου· ὃς καὶ συνθεάσασθαι τῷ Χοσρόῃ τὴν τῶν ἵππων ἅμιλλαν ἐν τῷ ἱπποδρομίῳ παρὰ τὸ νενομισμένον σοφῶς ὑπέστη, παντοίως Χοσρόην θεραπεύων τε καὶ ἡμερούμενος. Ὃν καὶ Χοσρόης ἤρετο εἴπερ ἤθελεν αὐτὸν ἀνὰ τὴν οἰκείαν θεάσασθαι πόλιν· ὅν φασιν ἀληθιζόμενον εἰπεῖν ὡς οὐχ ἥδιστα τὸν Χοσρόην ὁρῴη κατὰ τὴν οἰκείαν πόλιν. Ἃ καὶ θαυμάσαι φασὶ τὸν Χοσρόην, τῆς ἀληθείας τὸν ἄνδρα δικαίως ἀγάμενον.